YouVersion
Pictograma căutare

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10

10
1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά #10:2 εστι ¦ εισι ANT PCKἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· #10:2 ιακωβος ¦ και ιακωβος NA WHἸάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ #10:2 ιωαννης ¦ ιωανης WHἸωάννης ὁ ἀδελφὸς αὐτοῦ· 3Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ #10:3 ματθαιος ¦ μαθθαιος CTΜατθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ #10:3 λεββαιος ο επικληθεις 97.6% ¦ --- CT 0.4%Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· 4Σίμων ὁ #10:4 κανανιτης ¦ καναναιος CTΚανανίτης, καὶ Ἰούδας #10:4 ισκαριωτης ¦ ο ισκαριωτης ANT CTἸσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν #10:5 σαμαρειτων ¦ σαμαριτων NA SBLΣαμαρειτῶν μὴ εἰσέλθητε· 6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8Ἀσθενοῦντας θεραπεύετε, #10:8 λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ANT TR ¦ νεκρους εγειρετε λεπρους καθαριζετε CTλεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ #10:10 ραβδους ¦ ραβδον ANT CT STῥάβδους· ἄξιος γὰρ #10:10 ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ANT ¦ ο εργατης της τροφης αυτου CTὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. 11Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. 12Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε #10:12 αυτην ¦ αυτην λεγοντες ειρηνη τω οικω τουτω ANTαὐτήν. 13Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, #10:13 ελθετω ¦ ελθατω CTἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν #10:13 προς ¦ εφ WHπρὸς ὑμᾶς ἐπιστραφήτω. 14Καὶ ὃς #10:14 εαν ¦ αν CTἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι #10:14 της ¦ εξω της ANT CTτῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ #10:15 γομορρων ¦ γομορρας ANTΓομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
16Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19Ὅταν δὲ #10:19 παραδιδωσιν ¦ παραδωσουσιν ANT ¦ παραδωσιν CTπαραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί #10:19 λαλησητε ¦ λαλησετε ANT PCKλαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί #10:19 λαλησετε ¦ λαλησητε CTλαλήσετε· 20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν #10:23 αλλην 95.4% ¦ ετεραν CT 1.7%ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως #10:23 αν ¦ --- WHἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ #10:25 ο δουλος ¦ τω δουλω ANTὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην #10:25 βεελζεβουλ ¦ βεελζεβουβ SCR ¦ βεεζεβουλ WHΒεελζεβοὺλ #10:25 εκαλεσαν ¦ επεκαλεσαν CT HF ¦ απεκαλεσαν PCKἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς #10:25 οικειακους ¦ οικιακους ANT CT TRοἰκειακοὺς αὐτοῦ;
26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28Καὶ μὴ #10:28 φοβεισθε ¦ φοβηθητε ANT TR WHφοβεῖσθε ἀπὸ τῶν #10:28 αποκτενοντων ¦ αποκτεινοντων TR WH ¦ αποκτεννοντων ANT NA SBL THἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· #10:28 φοβηθητε ¦ φοβεισθε CTφοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ #10:28 την ψυχην και το ¦ ψυχην και ANT BYZ CT PCK TRτὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν· 30ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. 31Μὴ οὖν #10:31 φοβηθητε ¦ φοβεισθε CTφοβηθῆτε· #10:31 πολλων ¦ πολλω PCKπολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
32Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν #10:32 ουρανοις ¦ τοις ουρανοις NA WHοὐρανοῖς. 33Ὅστις #10:33 δ αν ¦ δε WHδ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι #10:33 αυτον καγω ¦ καγω αυτον CTαὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν #10:33 ουρανοις ¦ τοις ουρανοις NA WHοὐρανοῖς.
34Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. 35Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ #10:36 οικειακοι ¦ οικιακοι ANT CT TRοἰκειακοὶ αὐτοῦ. 37Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· 38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου #10:41 ληψεται ¦ λημψεται CTλήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου #10:41 ληψεται ¦ λημψεται CTλήψεται. 42Καὶ ὃς #10:42 εαν ¦ αν CTἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Evidențiere

Partajează

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te