YouVersion
Pictograma căutare

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9

9
1Καὶ ἐμβὰς εἰς #9:1 το ¦ --- ANT CTτὸ πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ #9:2 κλινης ¦ κλεινης THκλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ, Θάρσει, τέκνον· #9:2 αφεωνται ¦ αφιενται CTἀφέωνταί #9:2 σοι αι αμαρτιαι σου ¦ σου αι αμαρτιαι CTσοι αἱ ἁμαρτίαι σου. 3Καὶ ἰδού, τινὲς τῶν γραμματέων #9:3 ειπον ¦ ειπαν NA SBL WHεἶπον ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. 4Καὶ #9:4 ιδων 64% ¦ ειδως BYZ PCK SBL TH WH 32.7%ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἵνα τί #9:4 υμεις ¦ --- CTὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, #9:5 αφεωνται ¦ αφιενται CTἈφέωνταί #9:5 σου ¦ σοι BYZ TRσου αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, #9:5 εγειραι ¦ εγειρε ANT CTἜγειραι καὶ περιπάτει; 6Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—τότε λέγει τῷ παραλυτικῷ—#9:6 εγερθεις ¦ εγειρε WHἘγερθεὶς ἆρόν σου τὴν #9:6 κλινην ¦ κλεινην THκλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8Ἰδόντες δὲ οἱ ὄχλοι #9:8 εθαυμασαν 97.5% ¦ εφοβηθησαν CT 2%ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, #9:9 ματθαιον ¦ μαθθαιον CTΜατθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδού, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11Καὶ ἰδόντες οἱ Φαρισαῖοι #9:11 ειπον ¦ ελεγον CTεἶπον τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν #9:11 εσθιει ¦ εσθιει και πινει PCKἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12Ὁ δὲ #9:12 ιησους ¦ --- CTἸησοῦς ἀκούσας εἶπεν #9:12 αυτοις ¦ --- CTαὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, #9:12 αλλ ¦ αλλα SBL WHἀλλ᾽ οἱ κακῶς ἔχοντες. 13Πορευθέντες δὲ μάθετε τί ἐστιν, #9:13 ελεον ¦ ελεος CTἜλεον θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, #9:13 αλλα ¦ αλλ NA28 TRἀλλὰ ἁμαρτωλοὺς #9:13 εις μετανοιαν ¦ --- CTεἰς μετάνοιαν.
14Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ #9:14 ιωαννου ¦ ιωανου WHἸωάννου, λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν #9:14 πολλα 98.3% ¦ --- WH 1.4%πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; 15Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ᾽ #9:15 οσον ¦ οσον χρονον ANT PCKὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ #9:17 απολουνται ¦ απολλυνται CTἀπολοῦνται· ἀλλὰ #9:17 βαλλουσιν οινον νεον εις ασκους ¦ οινον νεον εις ασκους βαλλουσι ANTβάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ #9:17 αμφοτεροι ¦ αμφοτερα TRἀμφότεροι συντηροῦνται.
18Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων #9:18 εις ¦ τις PCK ¦ --- STεἷς #9:18 ελθων ¦ προσελθων ANT WHἐλθὼν προσεκύνει αὐτῷ, λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· #9:18 αλλα ¦ αλλ NA28ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. 19Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς #9:19 ηκολουθησεν ¦ ηκολουθει SBL TH WHἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21Ἔλεγε γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. 22Ὁ δὲ Ἰησοῦς #9:22 επιστραφεις ¦ στραφεις CTἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, 24#9:24 λεγει αυτοις ¦ ελεγεν CTλέγει αὐτοῖς, Ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. 25Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν #9:27 αυτω ¦ --- WHαὐτῷ δύο τυφλοί, κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, #9:27 υιε ¦ υιος BYZ HF NA PCKυἱὲ #9:27 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 28Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, #9:28 προσηλθον ¦ προσηλθαν WHπροσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς #9:28 ο ιησους ¦ --- PCKὁ Ἰησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ, Ναί, Κύριε. 29Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30Καὶ #9:30 ανεωχθησαν ¦ ηνεωχθησαν CTἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ #9:30 ενεβριμησατο ¦ ενεβριμηθη CTἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ #9:32 ανθρωπον ¦ --- WHἄνθρωπον κωφὸν δαιμονιζόμενον. 33Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι, #9:33 λεγοντες ¦ λεγοντες οτι ANT PCK STλέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34Οἱ δὲ Φαρισαῖοι ἔλεγον, Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν #9:35 εν τω λαω ¦ --- CTἐν τῷ λαῷ. 36Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν #9:36 εσκυλμενοι ¦ εκλελυμενοι ANT TRἐσκυλμένοι καὶ #9:36 ερριμμενοι ¦ εριμμενοι TH WHἐρριμμένοι #9:36 ωσει ¦ ως ANT PCKὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Evidențiere

Partajează

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te