ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8
8
1 # 8:1 καταβαντι δε αυτω ¦ καταβαντος δε αυτου CT Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· 2καὶ ἰδού, λεπρὸς #8:2 ελθων ¦ προσελθων CTἐλθὼν προσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 3Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ #8:3 ο ιησους ¦ --- CTὁ Ἰησοῦς, λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως #8:3 εκαθαρισθη ¦ εκαθερισθη WHἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. 4Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· #8:4 αλλα ¦ αλλ HF NA28 PCK TRἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ #8:4 προσενεγκε ¦ προσενεγκαι PCK ¦ προσενεγκον NA SBL WHπροσένεγκε τὸ δῶρον ὃ προσέταξε #8:4 μωσης ¦ μωυσης CTΜωσῆς, εἰς μαρτύριον αὐτοῖς.
5 # 8:5 εισελθοντι δε αυτω ¦ εισελθοντος δε αυτου CT Εἰσελθόντι δὲ #8:5 αυτω ¦ τω ιησου TRαὐτῷ εἰς #8:5 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν, 6καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7#8:7 και ¦ --- WHΚαὶ λέγει αὐτῷ #8:7 ο ιησους ¦ --- CTὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8#8:8 και αποκριθεις ¦ αποκριθεις δε WHΚαὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ #8:8 λογω ¦ λογον TRλόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ #8:9 εξουσιαν 97.5% ¦ εξουσιαν τασσομενος WH 0.7%ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 10Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, #8:10 ουδε εν τω ισραηλ τοσαυτην πιστιν 93.6% ¦ παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ CT 0.4%οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ #8:13 εκατονταρχη ¦ εκατονταρχω ANT PCK TRἑκατοντάρχῃ, Ὕπαγε, #8:13 και ¦ --- CTκαὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς #8:13 αυτου ¦ --- SBL TH WHαὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν, 15καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει #8:15 αυτω ¦ αυτοις TRαὐτῷ. 16Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.
18Ἰδὼν δὲ ὁ Ἰησοῦς #8:18 πολλους οχλους ¦ οχλον NA WHπολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20#8:20 και ¦ --- PCKΚαὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν #8:20 κλινη ¦ κλεινη THκλίνῃ. 21Ἕτερος δὲ τῶν μαθητῶν #8:21 αυτου ¦ --- PCK SBL TH WHαὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22Ὁ δὲ Ἰησοῦς #8:22 ειπεν ¦ λεγει CTεἶπεν αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23Καὶ ἐμβάντι αὐτῷ εἰς #8:23 το ¦ --- SBL TH WHτὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25Καὶ προσελθόντες #8:25 οι μαθηται 79.6% ¦ οι μαθηται αυτου ANT TR 19.4% ¦ --- CT 0.5%οἱ μαθηταὶ ἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον #8:25 ημας ¦ --- CTἡμᾶς, ἀπολλύμεθα. 26Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα #8:27 υπακουουσιν αυτω ¦ αυτω υπακουουσι CTὑπακούουσιν αὐτῷ;
28Καὶ #8:28 ελθοντι αυτω ¦ ελθοντος αυτου CTἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν #8:28 γεργεσηνων ¦ γαδαρηνων CTΓεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, #8:29 ιησου ¦ --- CTἸησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30Ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, #8:31 επιτρεψον ημιν απελθειν ¦ αποστειλον ημας CTἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες #8:32 απηλθον ¦ απηλθαν WHἀπῆλθον εἰς #8:32 την αγελην των χοιρων ¦ τους χοιρους CTτὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη #8:32 των χοιρων ¦ --- CTτῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς #8:34 συναντησιν ¦ υπαντησιν CTσυνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Selectat acum:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8: TCGNT
Evidențiere
Partajează
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te