ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11
11
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
2Ὁ δὲ #11:2 ιωαννης ¦ ιωανης WHἸωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας #11:2 δυο ¦ δια CTδύο τῶν μαθητῶν αὐτοῦ, 3εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε #11:4 ιωαννη ¦ ιωανει WHἸωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, #11:5 νεκροι 94.7% ¦ και νεκροι CT 3.5%νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· 6καὶ μακάριός ἐστιν, ὃς #11:6 εαν ¦ αν WHἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ #11:7 ιωαννου ¦ ιωανου WHἸωάννου, Τί #11:7 εξηλθετε ¦ εξηλθατε CTἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8Ἀλλὰ τί #11:8 εξηλθετε ¦ εξηλθατε CTἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς #11:8 ιματιοις ¦ --- CTἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν #11:8 βασιλειων 62.6% ¦ βασιλεων ANT BYZ CT TR 36.9%βασιλείων #11:8 εισιν ¦ --- WHεἰσίν. 9Ἀλλὰ τί #11:9 εξηλθετε ¦ εξηλθατε CTἐξήλθετε #11:9 ιδειν προφητην ¦ προφητην ιδειν SBL WHἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10Οὗτος #11:10 γαρ ¦ --- CTγάρ ἐστι περὶ οὗ γέγραπται,
Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων #11:11 ιωαννου ¦ ιωανου WHἸωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12Ἀπὸ δὲ τῶν ἡμερῶν #11:12 ιωαννου ¦ ιωανου WHἸωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως #11:13 ιωαννου ¦ ιωανου WHἸωάννου #11:13 προεφητευσαν ¦ επροφητευσαν CTπροεφήτευσαν· 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν #11:14 ηλιας ¦ ηλειας WHἨλίας ὁ μέλλων ἔρχεσθαι. 15Ὁ ἔχων ὦτα #11:15 ακουειν ¦ --- NA SBL WHἀκούειν ἀκουέτω.
16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ #11:16 παιδιοις ¦ παιδαριοις TRπαιδίοις #11:16 εν αγοραις καθημενοις ¦ εν αγορα καθημενοις BYZ PCK ¦ καθημενοις εν αγοραις ANT ¦ καθημενοις εν ταις αγοραις CTἐν ἀγοραῖς καθημένοις, #11:16 και προσφωνουσιν ¦ α προσφωνουντα ANT CTκαὶ προσφωνοῦσι τοῖς #11:16 εταιροις αυτων ¦ ετεροις αυτων BYZ HF ¦ ετεροις CTἑταίροις αὐτῶν, 17#11:17 και ¦ --- ANT CTκαὶ λέγουσιν,
Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·
ἐθρηνήσαμεν #11:17 υμιν 97.4% ¦ --- CT 1.4%ὑμῖν, καὶ οὐκ ἐκόψασθε.
18Ἦλθε γὰρ #11:18 ιωαννης ¦ ιωανης WHἸωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει. 19Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν #11:19 τεκνων 97.7% ¦ εργων CT 0.4%τέκνων αὐτῆς.
20Τότε #11:20 ηρξατο ¦ ηρξατο ο ιησους PCKἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21Οὐαί σοι, #11:21 χοραζιν ¦ χωραζιν PCK ¦ χοραζειν TH WHΧοραζίν, οὐαί σοι, #11:21 βηθσαιδα ¦ βηθσαιδαν BYZ ST WHΒηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι #11:21 εγενοντο ¦ εγενηθησαν ANTἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ #11:21 σποδω ¦ σποδω καθημεναι ANTσποδῷ μετενόησαν. 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. 23Καὶ σύ, #11:23 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, #11:23 η εως του ουρανου υψωθεισα ¦ η εως του ουρανου υψωθης BYZ PCK ¦ μη εως ουρανου υψωθηση CTἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου #11:23 καταβιβασθηση 97.8% ¦ καταβηση NA SBL WH 0.4%καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις #11:23 εγενοντο ¦ εγενηθησαν ANT CTἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, #11:23 εμειναν ¦ εμεινεν CTἔμειναν ἂν μέχρι τῆς σήμερον. 24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι #11:25 απεκρυψας ¦ εκρυψας CTἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26Ναί, ὁ πατήρ, ὅτι οὕτως #11:26 εγενετο ευδοκια ¦ ευδοκια εγενετο CTἐγένετο εὐδοκία ἔμπροσθέν σου. 27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι #11:29 πραος ¦ πραυς CTπρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. 30Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Selectat acum:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11: TCGNT
Evidențiere
Partajează
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te