YouVersion
Pictograma căutare

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10

10
Jesus the Shepherd
A true shepherd
1»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ#καλει f35 [98%] CP,HF,RP,OC,TR ¦ φωνει 𝕻66,75ℵA,B,D,W [2%] NU κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. 4Καὶ#και f35 A,D [95%] CP,HF,RP,OC,TR ¦ ∼ δε [3%] ¦ --- 𝕻66,75ℵB,W [2%] NU ὅταν τὰ ἴδια πρόβατα ἐκβάλλῃ,#προβατα εκβαλλη f35 [50%] ¦ 1 εκβαλη A [45%] CP,HF,RP,OC,TR ¦ 1 εκβαλει [3%] ¦ παντα εκβαλη 𝕻75B,W [2%] NU ¦ εκβαλη παντα 𝕻66 ¦ εκβαλη ℵ [All the verbs in verses 3 and 4 are in the present tense.] ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. 5Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,#ακολουθησωσιν f35 𝕻6v,66,75ℵ,W [97%] CP,HF,RP,OC,TR ¦ ακολουθησουσιν A,B,D [3%] NU ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.» 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
The Door
7Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς·#παλιν αυτοις ο ιησους f35 D (84.4%) CP,HF,RP,OC,TR ¦ ∼ 2134 ℵA (9.2%) ¦ ∼ 2341 (1.6%) ¦ 234 𝕻45,66W (3%) ¦ 134 𝕻75 (0.5%) NU ¦ 12 (0.5%) ¦ 14 B (alone) ¦ --- (0.2%) ¦ long omissions (0.4%) [homoioteleuton] «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι#οτι f35 𝕻66ℵA,D,W (73.2%) CP,HF,RP,OC,TR,NU ¦ --- 𝕻75B (26.8%) ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ#ηλθον προ εμου f35 𝕻66A,B,D,W [45%] OC[NU] ¦ ∼ 231 [5%] TR ¦ 1 𝕻75ℵ [50%] CP,HF,RP κλέπται εἰσὶν καὶ λῃσταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9Ἐγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.
The Good Shepherd
11»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12Ὁ μισθωτὸς δέ,#μισθωτος δε f35 A [95%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻66ℵD [3%] ¦ 1 𝕻45,75B,W [2%] NU καὶ οὐκ#ουκ rell ¦ ουχ CP ὢν ποιμήν, οὗ οὐκ εἰσὶν#εισιν f35 D [95%] CP,HF,RP,OC,TR ¦ εστιν 𝕻45,66,75ℵA,B,W [5%] NU τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.#τα προβατα f35 A [97%] CP,HF,RP,OC,TR ¦ --- 𝕻45,66,75ℵB,D,W [3%] NU 13Ὁ δὲ μισθωτὸς φεύγει#ο δε μισθωτος φευγει f35 (A) [97%] CP,HF,RP,OC,TR ¦ --- 𝕻45,66,75ℵB,D,W [3%] NU ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει#μελει rell ¦ μελλει [30%] αὐτῷ περὶ τῶν προβάτων.
14»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.#γινωσκομαι υπο των εμων f35 A [99%] CP,HF,RP,OC,TR ¦ γινωσκουσιν με τα εμα 𝕻(45)66(75)(ℵB)W [1%] NU ¦ γεινωσιν εμε τα εμα D 15Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ#με δει f35 A [97%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻45,66,75ℵB,D,W [3%] NU ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν·#ακουσουσιν f35 𝕻66,75B,D (60.9%) CP,HF,RP,OC,TR,NU ¦ ακουσωσιν ℵA,W (38.1%) ¦ ακουουσιν (0.5%) ¦ ακουσονται (0.2%) ¦ four other variants (0.3%) καὶ γενήσεται#γενησεται f35 𝕻66ℵA (97.9%) CP,HF,RP,OC,TR ¦ γενησονται 𝕻45B,D,W (1.9%) NU ¦ two other variants (0.2%) μία ποίμνη, εἷς ποιμήν.
17»Διὰ τοῦτο ὁ Πατήρ με#ο πατηρ με f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ ∼ 312 𝕻66,75ℵB,D [1%] NU ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν. 18Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι#θειναι rell ¦ θηναι [10%] αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.»
19Σχίσμα οὖν#ουν f35 𝕻66A(D) (98.7%) CP,HF,RP,OC,TR ¦ --- 𝕻75ℵB,W (1.3%) NU πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· «Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;» 21Ἄλλοι ἔλεγον· «Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;»#ανοιγειν f35 A(D) [97%] CP,HF,RP,OC,TR ¦ ανοιξαι 𝕻66ℵB,W [3%] NU
“My sheep hear my voice”
22Ἐγένετο δὲ#δε f35 𝕻66ℵA(D) [98%] CP,HF,RP,OC,TR ¦ τοτε 𝕻75B,W [1%] NU ¦ --- [1%] τὰ Ἐγκαίνια ἐν#εν f35 𝕻45ℵD [90%] CP,HF,RP ¦ 1 τοις 𝕻66A,B,W [10%] OC,TR,NU Ἱεροσολύμοις, καὶ χειμὼν#και χειμων f35 A [97%] CP,HF,RP,OC,TR ¦ 2 𝕻66,75ℵB,D,W [3%] NU ¦ 2 δε 𝕻45 ἦν. 23Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ Στοᾷ#στοα f35 ℵA,D [85%] CP,HF,RP ¦ 1 του 𝕻66,75B,W [15%] OC,TR,NU Σολομῶνος.#σολομωνος f35 𝕻45,66ℵB,D [80%] CP,HF,RP,OC,NU ¦ σολομωντος A,W [20%] TR 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.» 25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου—ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. 26Ἀλλ᾿#αλλ f35 D [95%] CP,HF,RP,OC,TR ¦ αλλα 𝕻66,75ℵA,B,W [5%] NU ὑμεῖς οὐ πιστεύετε, οὐ γάρ#ου γαρ f35 A [97%] CP,HF,RP,OC,TR ¦ οτι ουκ 𝕻66,75ℵB,D,W [3%] NU ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.#καθως ειπον υμιν f35 𝕻66A,D (95.4%) CP,HF,RP,OC,TR ¦ --- 𝕻75ℵB,W (4.6%) NU 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,#ακουει f35 𝕻75A,D [97%] CP,HF,RP,OC,TR ¦ ακουουσιν 𝕻66ℵB,W [3%] NU κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι. 28Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς,#ζωην αιωνιον διδωμι αυτοις f35 𝕻66A,D (98.4%) CP,HF,RP,OC,TR ¦ ∼ 3412 𝕻75ℵB,W (1.6%) NU καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29Ὁ Πατήρ μου, ὃς#ος f35 𝕻66,75A (97.6%) CP,HF,RP,OC,TR ¦ ο ℵB,D,W (0.7%) NU ¦ ους (1.1%) ¦ ως (0.3%) ¦ long omissions (0.4%) (𝕻66,75 4.8% have εδωκεν.) δέδωκέν μοι, μείζων πάντων#μειζων παντων f35 (𝕻66) (98%) CP,HF,RP,OC,TR ¦ ∼ 21 ℵD,W (0.8%) ¦ μειζον 2 A (0.5%) ¦ ∼ 2 μειζον B (0.4%) NU ¦ long omissions (0.3%) (𝕻75 joins ∼ 21, but the crucial vowel is missing.) ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.#μου f35 A,D,W (99.1%) CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB (0.9%) NU 30Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
31Ἐβάστασαν οὖν#ουν f35 𝕻66A(D) (98.7%) CP,HF,RP,OC,TR ¦ --- (𝕻45)ℵB,W (1.3%) NU πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν#καλα εργα εδειξα υμιν f35 𝕻66D (87.7%) CP,HF,RP,OC,TR ¦ 234 W (0.8%) ¦ 134 (1.3%) ¦ ∼ 2134 𝕻45vℵA (9.7%) NU ¦ ∼ 2341 B (0.2%) ¦ ∼ 1342 (0.2%) ¦ ∼ 3421 𝕻75v (alone) ἐκ τοῦ Πατρός μου.#μου f35 𝕻66A,W (99.4%) CP,HF,RP,OC,TR ¦ --- ℵB,D (0.4%) NU ¦ long omissions (0.2%) (Both 𝕻45 & 75 have lacunae, but there is enough space for the pronoun.) Διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;»#λιθαζετε με f35 (𝕻66A,W)D (98.9%) CP,HF,RP,OC,TR ¦ ∼ εμε 1 𝕻45ℵB (1.1%) NU 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες,#λεγοντες f35 D [90%] CP,HF,RP,OC,TR ¦ --- 𝕻45,66ℵA,B,W [10%] NU «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.» 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς·#αυτοις ο ιησους f35 𝕻75ℵA [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ 13 𝕻45B,W ¦ ∼ 3 και ειπεν 1 𝕻66 ¦ 123 και ειπεν D «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν,#υμων f35 A [98.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75B,W [1%] NU ¦ οτι 𝕻45(ℵ)D [0.5%] ‹Ἐγὼ εἶπα,#ειπα f35 𝕻45,66,75ℵB,W [70%] CP,HF,RP,OC,TR,NU ¦ ειπον A,D [30%] θεοί ἐστε›; 35Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή— 36ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι ‹Βλασφημεῖς,› ὅτι εἶπον, ‹Υἱὸς τοῦ Θεοῦ εἰμι›; 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. 38Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε,#πιστευητε f35 𝕻45,75B [89%] CP,HF,RP,OC,TR,NU ¦ πιστευετε A [10%] ¦ πιστευεται ℵW [0.5%] ¦ πιστευηται 𝕻66 ¦ θελετε πιστευειν D τοῖς ἔργοις πιστεύσατε,#πιστευσατε f35 𝕻45A [95%] CP,HF,RP,OC,TR ¦ πιστευσαται 𝕻66 ¦ πιστευετε 𝕻75B [5%] NU ¦ πιστευεται ℵD,W ἵνα γνῶτε καὶ πιστεύσητε#πιστευσητε f35 A (94.7%) CP,HF,RP,OC,TR ¦ πιστευητε ℵ (1.3%) ¦ γινωσκητε 𝕻45(66)75B (1.4%) NU ¦ γινωσκετε (W) (0.4%) ¦ --- D (0.4%) ¦ long omissions (1.6%) [homoioteleuton] ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ.»#αυτω f35 𝕻45A [99%] CP,HF,RP,OC,TR ¦ τω πατρι 𝕻75ℵB,D,W [1%] NU ¦ 1 πατρι 𝕻66
39Ἐζήτουν οὖν#ουν f35 𝕻66ℵA,W [75%] CP,HF,RP,OC,TR[NU] ¦ δε 𝕻45 ¦ --- 𝕻75vB [25%] ¦ ∼ και D πάλιν πιάσαι αὐτόν,#ουν παλιν πιασαι αυτον f35 (18.9%) OC ¦ ∼ 1243 𝕻66 (32.8%) CP,HF,RP,TR ¦ ∼ 1423 A,W (12%) NU ¦ ∼ 1432 (0.2%) ¦ ∼ 2143 (0.2%) ¦ ∼ 243 B (30.3%) ¦ ∼ 423 (3.4%) ¦ ∼ 143 (𝕻45)ℵ (1.2%) ¦ ∼ 43 D (0.6%) ¦ six further variants (0.4%) καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
The last three months
40Καὶ ἀπῆλθεν πάλιν#παλιν f35 𝕻45ℵA,B,D,W (89.5%) CP,HF,RP,OC,TR,NU ¦ --- 𝕻66 (10.5%) πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι «Ἰωάννης μὲν σημεῖον ἐποίησεν#σημειον εποιησεν f35 𝕻45,66,75ℵA,B,D (88.4%) CP,HF,RP,OC,TR,NU ¦ ∼ 21 W (10.8%) ¦ seven other variants (0.8%) οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.» 42Καὶ ἐπίστευσαν πολλοὶ#επιστευσαν πολλοι f35 A [97%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻45,66,75ℵB,D(W) [3%] NU ἐκεῖ εἰς αὐτόν.#εκει εις αυτον f35 [90%] CP,HF,RP,OC,TR ¦ ∼ 231 𝕻66,75ℵA,B,D,W [10%] NU ¦ 23 𝕻45

Evidențiere

Partajează

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te