ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9
9
The man born blind
1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.#γενετης rell ¦ γεννετης [5%] ¦ γεννητης [15%] ¦ γενητης N [5%] ¦ γεννητοις [10%] 2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» 3Ἀπεκρίθη#απεκριθη rell ¦ 1 ο D,N [15%] TR Ἰησοῦς· «Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4Ἐμὲ#εμε f35 A,C,N (99.3%) CP,HF,RP,OC,TR ¦ ημας 𝕻66,75ℵB(D)(W) (0.5%) NU ¦ long omission (0.2%) [homoioteleuton] δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.»
The man is healed
6Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν#επεχρισεν f35 W [97%] CP,HF,RP,OC,TR ¦ 1 αυτου 𝕻66(75)ℵ(A)(D)N [2%] NU ¦ επεθηκεν C [1%] ¦ επεθηκεν αυτου B τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.#του τυφλου f35 A,C,W [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB [2%] NU ¦ αυτου D,N 7Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς#τυφλος f35 [90%] CP,HF,RP,OC,TR ¦ προσαιτης 𝕻66,75ℵA,B,C,D,N,W [10%] NU ἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;» 9Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι#δε οτι f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ 1 ℵ [1%] ¦ --- 𝕻66,75B,C,W [1%] NU ¦ 2 N «Ὅμοιος#ομοιος f35 A,D,N [98%] CP,HF,RP,OC,TR ¦ ελεγον ουχι αλλα 1 𝕻66ℵC,W [0.5%] NU ¦ ελεγον ουχι αλλ 1 𝕻75B [0.5%] ¦ ουχι αλλ 1 [1%] αὐτῷ ἐστιν.» Ἐκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι.»
10Ἔλεγον οὖν αὐτῷ, «Πῶς#πως f35 𝕻75A,B,W [99%] CP,HF,RP,OC,TR ¦ 1 ουν 𝕻66ℵC,D,N [1%] [NU] ἀνεῴχθησάν#ανεωχθησαν f35 A [75%] CP,HF,RP,OC,TR ¦ ηνεωχθησαν 𝕻66,75ℵB,C,D,N,W [25%] NU σου#σου rell ¦ σοι [15%] some TRs ¦ --- 𝕻66 οἱ ὀφθαλμοί;» 11Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωπος#και ειπεν ανθρωπος f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ ο 3 ο 𝕻66ℵB [1.5%] NU ¦ 3 ο 𝕻75C [0.5%] ¦ 3 D,W λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι,#μοι f35 𝕻75A,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66ℵB [0.5%] NU ‹Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ#την κολυμβηθραν του f35 A,N (97.6%) CP,HF,RP,OC,TR ¦ τον 𝕻66,75ℵB,D,W (2.1%) NU ¦ --- (0.4%) Σιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲ#δε f35 A [97%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66,75ℵB,D,N,W [3%] NU καὶ νιψάμενος, ἀνέβλεψα.» 12Εἶπον οὖν#ειπον ουν f35 N [97.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 2 𝕻66D ¦ 1 A ¦ ∼ και 1 𝕻75 [2%] ¦ ∼ και ειπαν ℵB,W [alone] NU αὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνος;» Λέγει, «Οὐκ οἶδα.»
The man is excommunicated
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14(Ἦν δὲ σάββατον ὅτε#οτε f35 A,D,N (99.1%) CP,HF,RP,OC,TR ¦ εν η ημερα 𝕻66,75ℵB,W (0.9%) NU τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.) 15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς,#επεθηκεν μου (μοι N CP) επι τους οφθαλμους f35 𝕻66,75ℵB(N) [95%] (CP)HF,RP,OC,NU ¦ ∼ 13452 D [5%] TR ¦ ∼ 21345 A καὶ ἐνιψάμην, καὶ βλέπω.» 16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ,#ουτος ο ανθρωπος ουκ εστιν παρα του (−τ. A) θεου f35 (A) [95%] CP,HF,RP,OC,TR ¦ ∼ 4516823 𝕻66,75ℵB,D,N,W [5%] NU ὅτι τὸ σάββατον οὐ τηρεῖ.» Ἄλλοι#αλλοι f35 𝕻66,75A,N [97%] CP,HF,RP,OC,TR ¦ 1 δε ℵB,D,W [3%] [NU] ἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17Λέγουσιν οὖν#ουν f35 𝕻66,75ℵA,B(D)N,W [30%] CP,NU ¦ --- [70%] HF,RP,OC,TR τῷ τυφλῷ πάλιν, «Σὺ τί#συ τι f35 𝕻75A,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ ∼ 21 ℵB [0.5%] NU ¦ --- 𝕻66 λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν#ηνοιξεν f35 𝕻66ℵA [88%] CP,HF,RP,OC,TR ¦ ηνεωξεν 𝕻75B,W [2%] NU ¦ ανεωζεν [10%] ¦ ηνυζεν D ¦ ανεωξεν N σου τοὺς ὀφθαλμούς;» Ὁ δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν.»
18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν#τυφλος ην f35 A [99%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻66,75ℵB,N,W [1%] NU ¦ --- D καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. 19Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;»#αρτι βλεπει f35 𝕻66A(N) (98.6%) CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻75ℵB,D,W (1%) NU ¦ five other variants (0.4%) 20Ἀπεκρίθησαν δὲ#δε f35 A,N [85%] CP,HF,RP,OC ¦ ουν 𝕻66,75ℵB [5%] NU ¦ --- D,W [10%] TR αὐτοῖς#αυτοις f35 A,D,N [95%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,W [5%] NU οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη. 21Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.#αυτος ηλικιαν εχει αυτον ερωτησατε f35 A(N) [98%] CP,HF,RP,OC,TR ¦ 123 𝕻75ℵ ¦ ∼ 4523 𝕻66B(D) [2%] NU ¦ 23 W Αὐτὸς περὶ ἑαυτοῦ#εαυτου rell ¦ αυτου D [20%] TR λαλήσει.» 22Ταῦτα εἶπον#ειπον rell ¦ ειπαν ℵ [alone] NU οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον#ειπον f35 𝕻66A,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻75ℵB,D [0.5%] NU ¦ --- [1%] ὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.»#ερωτησατε f35 A [99.5%] CP,HF,RP,OC,TR ¦ επερωτησατε 𝕻66,75ℵB,W [0.5%] NU ¦ ερωτατε D ¦ ερωτησαται N
24Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον#εκ δευτερου τον ανθρωπον f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ ∼ 3412 𝕻66,75ℵB,W [1%] NU ¦ ∼ αυτον 12 D ὃς ἦν τυφλὸς καὶ εἶπον#ειπον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75ℵB,D,N,W [1%] NU αὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος#ο ανθρωπος ουτος f35 A,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ ∼ 312 𝕻66,75(ℵ)B,W [0.5%] NU ἁμαρτωλός ἐστιν.» 25Ἀπεκρίθη οὖν#ουν rell ¦ --- [15%] ἐκεῖνος καὶ εἶπεν·#και ειπεν f35 N [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵA,B,D,W [2%] NU «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.» 26Εἶπον δὲ#δε f35 A [95%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66,75B,D,N,W [5%] NU ¦ --- ℵ αὐτῷ πάλιν·#παλιν f35 𝕻66A [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻75ℵB,D,W [0.5%] NU «Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξέν#ανεωξεν f35 [30%] CP ¦ ηνεωξεν 𝕻66v,75N,W [2%] ¦ ηνοιξεν A,B [63%] HF,RP,OC,TR,NU ¦ ηνυξεν ℵD [5%] σου τοὺς ὀφθαλμούς;» 27Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ#αυτου μαθηται rell ¦ ∼ 21 𝕻66ℵD [30%] γενέσθαι;» 28Ἐλοιδόρησαν#ελοιδορησαν f35 𝕻66A [92%] CP,HF,RP,OC ¦ και 1 𝕻75ℵB,W [0.5%] NU ¦ 1 ουν [5%] TR ¦ οι δε 1 D,N [2.5%] αὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου,#ει μαθητης εκεινου f35 [98%] CP,HF,RP,OC,TR ¦ ∼ 213 𝕻75ℵA,B(N)W [1.5%] NU ¦ ∼ 231 𝕻66D [0.5%] ἡμεῖς δὲ τοῦ Μωσέως#μωσεως f35 A,B,N [98%] CP,HF,RP,TR ¦ μωυσεως 𝕻75ℵD,W [2%] OC,NU ἐσμὲν μαθηταί. 29Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ#μωσει f35 A,N [50%] CP,HF ¦ μωση [48%] RP,TR ¦ μωυσει 𝕻66,75ℵB,D,W [1%] OC,NU ¦ μωυση [1%] λελάληκεν ὁ Θεός· τοῦτον δέ—οὐκ οἴδαμεν πόθεν ἐστίν.» 30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳ#γαρ τουτω f35 A [97%] CP,HF,RP,OC,TR ¦ ∼ 21 το 𝕻(66)75ℵB,N,W [1%] NU ¦ 1 τουτο [2%] ¦ ∼ 2 ουν D θαυμαστόν ἐστιν—ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν#ανεωξεν f35 A [99%] CP,HF,RP,OC,TR ¦ ηνοιξεν 𝕻66,75ℵB,D [0.5%] NU ¦ ηνεωξεν N,W [0.5%] μου τοὺς ὀφθαλμούς. 31Οἴδαμεν δὲ#δε f35 A,N,W [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,D [2%] NU ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ#ποιη rell ¦ ποιει [15%], τούτου ἀκούει. 32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν#ηνοιξεν f35 𝕻66ℵA [98%] CP,HF,RP,OC,TR ¦ ηνεωξεν B,N,W [0.5%] NU ¦ ανεωξεν 𝕻75 [1.5%] ¦ ηνυξε D τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν.» 34Ἀπεκρίθησαν καὶ εἶπον#ειπον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75ℵB(D)W [1%] NU αὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως,#ολως f35 [25%] ¦ ολος 𝕻75ℵA,B,D,W [75%] CP,HF,RP,OC,TR,NU ¦ ο λογος 𝕻66 καὶ σὺ διδάσκεις ἡμᾶς;» Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω·#ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω f35 𝕻66A,D,W (88.3%) CP,HF,RP,OC,TR ¦ 134567 𝕻75ℵB (0.4%) NU ¦ two other variations (0.2%) ¦ --- (11%) [The omission is an obvious case of homoioteleuton—the last three words are identical.] καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ,#αυτω f35 𝕻66A (99.4%) CP,HF,RP,OC,TR ¦ --- 𝕻75ℵB,D,W (0.6%) NU «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;»#θεου f35 A (99.6%) CP,HF,RP,OC,TR ¦ ανθρωπου 𝕻66,75ℵB,D,W (0.4%) NU 36Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε,#απεκριθη εκεινος και ειπεν και τις εστιν κυριε f35 [97.5%] CP,HF,RP,OC,NU ¦ 1234678 [2%] TR ¦ 567 εφη 8 𝕻75B,W ¦ 12678 A ¦ ∼ 1234867 ℵ ¦ 12567 εφη 8 𝕻66 ἵνα πιστεύσω εἰς αὐτόν;» 37Εἶπεν δὲ#δε f35 A [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75(ℵ)B(D)W [1%] NU αὐτῷ ὁ Ἰησοῦς, «Καὶ ἑώρακας#εωρακας f35 ℵA,D [80%] CP,HF,RP,OC,TR,NU ¦ εορακας 𝕻66,75B,W [20%] ¦ two other spellings αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» 38Ὁ δὲ ἔφη, «Πιστεύω, Κύριε.» Καὶ προσεκύνησεν αὐτῷ. 39Καὶ εἶπεν ὁ Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.»
40Καὶ#και f35 A [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,W [1%] NU ¦ ∼ δε D ¦ ∼ ουν [1%] ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ#οντες μετ αυτου f35 A [97%] CP,HF,RP,OC,TR ¦ ∼ 231 𝕻66,75ℵB,D,W [3%] NU καὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖς#ημεις rell ¦ υμεις CP τυφλοί ἐσμεν;» 41Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι ‹Βλέπομεν,› ἡ οὖν#η ουν f35 A [95%] CP,HF,RP,OC,TR ¦ 1 ℵB [3%] NU ¦ και 1 𝕻75 ¦ 1 αι 𝕻66 ¦ αι D,W [1%] ¦ 121 [1%] ἁμαρτία ὑμῶν μένει.
Selectat acum:
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9: F35
Evidențiere
Partajează
Copiază
Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te