YouVersion
Pictograma căutare

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

11
Lazarus of Bethany
1Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2(Ἦν δὲ Μαρία#μαρια f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ μαριαμ B [0.5%] NU ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς,#εαυτης f35 [40%] ¦ αυτης 𝕻45,66,75ℵA,B,D,W [60%] CP,HF,RP,OC,TR,NU ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.) 3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, «Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.»
Jesus lets Lazarus die on purpose
4Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, «Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.» 5(Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.) 6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. 7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς,#μαθηταις rell ¦ 1 αυτου A,D [20%] CP «Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.»
8Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί,#ραββι f35 𝕻75v [90%] CP,HF,RP,OC,TR,NU ¦ ραββει 𝕻45,66ℵA,B,C,D,W [10%] νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;» 9Ἀπεκρίθη#απεκριθη f35 𝕻66,75ℵA,B,C,D,W [85%] CP,HF,RP,OC,NU ¦ 1 ο 𝕻45 [15%] TR Ἰησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσιν#ωραι εισιν f35 𝕻66ℵA,B,C,W [60%] CP,NU ¦ ∼ 21 [40%] HF,RP,OC,TR ¦ ωρας εχει D τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»
11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω#εξυπνισω rell ¦ εξυπνησω [15%] ¦ εξυπνισαι D αὐτόν.» 12Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ,#οι μαθηται αυτου f35 [90%] CP,HF,RP,OC,TR ¦ 12 αυτω 𝕻66,75B,C [8%] NU ¦ ∼ αυτω 12 ℵD,W [2%] ¦ αυτω A «Κύριε, εἰ κεκοίμηται σωθήσεται.» 13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν. 15Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰ#αλλα rell ¦ αλλ B [20%] OC,TR ἄγωμεν πρὸς αὐτόν.» 16Εἶπεν οὖν Θωμᾶς (ὁ λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς,#συμμαθηταις f35 𝕻75 [90%] CP,HF,RP,OC,TR,NU ¦ συνμαθηταις 𝕻66ℵA,B,C,D,W [5%] ¦ μαθηταις [5%] «Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.»
17Ἐλθὼν οὖν ὁ Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη#τεσσαρας ημερας ηδη f35 [98.5%] CP,HF,RP,OC,TR ¦ ∼ 132 𝕻75B,C [1%] NU ¦ ∼ 312 𝕻66 ¦ 12 A,D ¦ τεσσαρες 23 ℵ ¦ two other variants ἔχοντα ἐν τῷ μνημείῳ. 18(Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19καὶ πολλοὶ#και πολλοι f35 A [98%] CP,HF,RP,OC,TR ¦ ∼ 2 δε 𝕻66,75ℵB,C,D,W [1%] NU ¦ ∼ 2 ουν [1%] ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ#τας περι f35 A [99%] HF,RP,OC,TR ¦ την 𝕻66,75vℵB,C,W [1%] CP,NU ¦ --- D ¦ one other variant Μάρθαν καὶ Μαρίαν,#μαριαν f35 𝕻66ℵA,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C,D [1%] NU ἵνα παραμυθήσωνται#παραμυθησωνται rell ¦ παραμυθησονται [15%] αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.#αυτων f35 A,C [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻45,66,75ℵB,D,W [1%] NU) 20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι#οτι f35 𝕻45,66,75ℵA,B,C,D,W [90%] CP,HF,RP,NU ¦ 1 ο [10%] OC,TR Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία#μαρια rell ¦ μαριαμ [1%] NU δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
Martha
21Εἶπεν οὖν#ουν f35 A [60%] CP,HF,RP ¦ 1 η 𝕻66,75ℵB,C,D,W [40%] OC,TR,NU Μάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.#ο αδελφος μου ουκ αν ετεθνηκει f35 [95%] CP,HF,RP,OC,TR ¦ ∼ 45 απεθανεν 123 𝕻75ℵB,C,W [0.5%] NU ¦ 12345 απεθανεν 𝕻45,66 [2%] ¦ ∼ 451236 A ¦ ∼ 45123 απεθανεν D ¦ ∼ 45 απεθανεν 312 [1%] ¦ two other variants [1%] 22Ἀλλὰ#αλλα f35 𝕻45,66A,D,W [99%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻75ℵB,C [1%] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.» 23Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Ἀναστήσεται ὁ ἀδελφός σου.» 24Λέγει αὐτῷ#αυτω f35 𝕻45,75ℵA,W [85%] HF,RP,OC,TR ¦ 1 η 𝕻66B,C,D [15%] CP,NU Μάρθα, «Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» 25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;» 27Λέγει αὐτῷ, «Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ#ει rell ¦ --- OC ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.»
Mary
28Καὶ ταῦτα#ταυτα f35 𝕻66A,D [99.5%] CP,HF,RP,OC,TR ¦ τουτο 𝕻75vℵB,C,W [0.5%] NU εἰποῦσα, ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαν#μαριαν f35 𝕻45,66ℵW [95%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75vA,B,C(D) [5%] NU τὴν ἀδελφὴν αὐτῆς, λάθρᾳ εἰποῦσα, «Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.» 29Ἐκείνη#εκεινη f35 𝕻66A,D [98%] CP,HF,RP,OC,TR ¦ 1 δε 𝕻75ℵB,C,W [2%] NU ὡς ἤκουσεν, ἐγείρεται#εγειρεται f35 𝕻45,66A [98.5%] CP,HF,RP,OC,TR ¦ ηγερθη 𝕻75ℵB,C,D,W [1.5%] NU ταχὺ καὶ ἔρχεται#ερχεται f35 𝕻45,66A,D [99%] CP,HF,RP,OC,TR ¦ ηρχετο 𝕻75ℵB,C,W [1%] NU πρὸς αὐτόν. 30(Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐν#ην εν f35 A,D [96.5%] CP,HF,RP,OC,TR ¦ 1 ετι 2 𝕻75ℵB,C,W [2%] NU ¦ 1 ετι επι 𝕻66 [1%] ¦ 1 επι 𝕻45 [0.5%] τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν#μαριαν f35 𝕻66ℵA,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C,D [1%] NU ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες#λεγοντες f35 𝕻66A [98%] CP,HF,RP,OC,TR ¦ δοξαντες ℵB,C,D,W [2%] NU ¦ δοξαζοντες 𝕻75v ὅτι «Ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.») 32Ἡ οὖν Μαρία,#μαρια f35 𝕻45,66ℵA,D,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C [1%] NU ὡς ἦλθεν ὅπου ἦν ὁ#ο f35 𝕻45W [95%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66ℵA,B,C,D [5%] NU Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας,#αυτου εις τους ποδας f35 𝕻66A [78%] CP,HF,RP,OC ¦ ∼ 2341 [20%] TR ¦ 1 προς 34 ℵB,C,W [2%] NU ¦ ∼ προς 341 D λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μου#απεθανεν μου f35 𝕻45vA [99%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻66,75ℵB,C(D)W [1%] NU ὁ ἀδελφός.»
Jesus is troubled
33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν. 34Καὶ εἶπεν, «Ποῦ τεθείκατε αὐτόν;» Λέγουσιν αὐτῷ, «Κύριε, ἔρχου καὶ ἴδε.» 35Ἐδάκρυσεν ὁ Ἰησοῦς. 36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Ἴδε πῶς ἐφίλει αὐτόν.» 37Τινὲς δὲ ἐξ αὐτῶν εἶπον,#ειπον f35 𝕻(66)75vB,C(D)W [95%] CP,HF,RP,OC,TR ¦ ειπαν ℵ [alone] NU ¦ ελεγον A [5%] «Οὐκ ἠδύνατο#ηδυνατο f35 ℵA [99%] CP,HF,RP,OC,TR ¦ εδυνατο 𝕻66B,C,D,W [1%] NU οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;» 38Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.
Jesus raises Lazarus from the dead
Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ. 39Λέγει ὁ Ἰησοῦς, «Ἄρατε τὸν λίθον.» Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος,#τεθνηκοτος f35 [97%] CP,HF,RP,OC,TR ¦ τετελευτηκοτος ℵA,B,C(D)W [1%] NU ¦ τετελευκοτος 𝕻66 ¦ τελευτηκοτος [2%] Μάρθα, «Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.» 40Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει#οψει f35 [70%] CP,HF,RP,OC,TR ¦ οψη 𝕻66ℵA,B,C,D,W [30%] NU τὴν δόξαν τοῦ Θεοῦ;» 41Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος.#ου ην ο τεθνηκως κειμενος f35 [96%] CP,HF,RP,OC,TR ¦ 12 A [2%] ¦ --- 𝕻66,75ℵB,C,D,W [2%] NU Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.» 43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, «Λάζαρε, δεῦρο ἔξω.» 44Καὶ#και f35 𝕻45vℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75B,C [0.5%] NU ¦ 1 ευθυς D ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Λύσατε αὐτὸν καὶ ἄφετε#αφετε f35 (ℵ)A,D(W) [99%] CP,HF,RP,OC,TR ¦ 1 αυτον 𝕻45(66)75B,C [1%] NU ὑπάγειν.»
The reaction
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν,#μαριαν f35 𝕻45,66ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻6B,C,D [0.5%] NU καὶ θεασάμενοι ἃ#α rell ¦ οσα CP ¦ ο 𝕻66B,C,D [1%] ἐποίησεν ὁ Ἰησοῦς,#ο ιησους f35 D [98%] CP,HF,RP,OC,TR ¦ 2 ℵ ¦ --- 𝕻6,45,66A,B,C,W [2%] NU ἐπίστευσαν εἰς αὐτόν. 46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὅσα#οσα f35 A [29%] ¦ α 𝕻66ℵB [70%] CP,HF,RP,OC,TR,NU ¦ ο C,D [1%] ἐποίησεν ὁ#ο f35 ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻6,66B,C,D [0.5%] NU Ἰησοῦς. 47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.#σημεια ποιει f35 D [98%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻45v,66ℵA,B,W [2%] NU 48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως,#ουτως f35 𝕻45,66ℵA,B,D,W [50%] CP,RP,NU (Just for the record, sigma before consonant.) πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.»
49Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, «Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50οὐδὲ διαλογίζεσθε#διαλογιζεσθε f35 [98%] CP,HF,RP,OC,TR ¦ λογιζεσθε 𝕻66ℵA,B,D,W [2%] NU ὅτι συμφέρει ἡμῖν#ημιν f35 A,W [98%] CP,HF,RP,OC,TR ¦ υμιν 𝕻45,66B,D [2%] NU ¦ --- ℵ ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» 51(Τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν#προεφητευσεν f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ επροφητευσεν 𝕻45,66ℵB,D [1%] NU ὅτι ἔμελλεν ὁ#ο f35 [35%] CP,OC,TR ¦ --- 𝕻45,66ℵA,B(D,W) [65%] HF,RP,NU Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους· 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα#διεσκορπισμενα rell ¦ διασκορπισμενα CP ¦ εσκορπισμενα 𝕻45,66D συναγάγῃ#συναγαγη rell ¦ συναγαγει [1%] CP εἰς ἕν.) 53Ἀπ᾿ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο#συνεβουλευσαντο f35 A [98%] CP,HF,RP,OC,TR ¦ εβουλευσαντο 𝕻45,66,75ℵB,D,W [2%] NU ἵνα ἀποκτείνωσιν αὐτόν.
A tactical withdrawal
54Ἰησοῦς οὖν#ιησους ουν f35 A,D [97%] CP,HF,RP,OC,TR ¦ ∼ ο 21 𝕻75vℵB,W [3%] NU ¦ ο δε 1 𝕻66 οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν. Κἀκεῖ διέτριβεν#διετριβεν f35 (𝕻45)A,D [99%] CP,HF,RP,OC,TR ¦ εμεινεν 𝕻66,75ℵB,W [1%] NU μετὰ τῶν μαθητῶν αὐτοῦ.#αυτου f35 A [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66ℵB,D,W [2%] NU
The Passover is near
55Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾿#μετ rell ¦ μετα [1%] CP ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, «Τί ὑμῖν δοκεῖ#υμιν δοκει f35 [20%] ¦ ∼ 21 𝕻45v,66,75vℵA,B,W [80%] CP,HF,RP,OC,TR,NU ¦ δοκειτε D ¦ two other variants—ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;» 57Δεδώκεισαν δὲ καὶ#και f35 D [90%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵA,B,W [10%] NU οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν,#εντολην f35 𝕻66A,D [97%] CP,HF,RP,OC,TR ¦ εντολας ℵB,W [3%] NU ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Evidențiere

Partajează

Copiază

None

Dorești să ai evidențierile salvate pe toate dispozitivele? Înscrie-te sau conectează-te