ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9

9
1Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, #9:1 συμμαρτυρουσης ¦ συνμαρτυρουσης TH WHσυμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, 2ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3#9:3 ευχομην ¦ ηυχομην ANT CT TRΕὐχόμην γὰρ #9:3 αυτος εγω αναθεμα ειναι ¦ αναθεμα ειναι αυτος εγω CTαὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· 4οἵτινές εἰσιν #9:4 ισραηλιται ¦ ισραηλειται TH WHἸσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
6Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· 7οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν— 11μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ #9:11 κακον ¦ φαυλον CTκακόν, ἵνα ἡ κατ᾽ ἐκλογὴν #9:11 προθεσις του θεου ¦ του θεου προθεσις ANT TRπρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 12#9:12 ερρηθη ¦ ερρεθη ANT CT HF PCKἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 13#9:13 καθως ¦ καθαπερ WHΚαθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ #9:13 εμισησα ¦ εμεισησα THἐμίσησα.
14Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15Τῷ #9:15 γαρ μωυση ¦ γαρ μωση BYZ TR ¦ μωυσει γαρ CTγὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ #9:15 οικτειρησω ¦ οικτιρησω NA SBLοἰκτειρήσω ὃν ἂν #9:15 οικτειρω ¦ οικτιρω NA SBLοἰκτείρω. 16Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ #9:16 ελεουντος ¦ ελεωντος CTἐλεοῦντος Θεοῦ. 17Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
19Ἐρεῖς #9:19 ουν μοι ¦ μοι ουν CTοὖν μοι, #9:19 τι ¦ τι ουν NA SBLΤί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 20#9:20 μενουνγε ω ανθρωπε ¦ ω ανθρωπε μενουνγε CTΜενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23#9:23 και ¦ --- WHκαὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει,
Καλέσω τὸν οὐ λαόν μου λαόν μου·
καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
26Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ #9:26 ερρηθη ¦ ερρεθη ANT CT HF PCKἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
27Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ,
Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης,
τὸ #9:27 καταλειμμα 87.9% ¦ υπολειμμα (υπολιμμα WH) NA SBL TH 1%κατάλειμμα σωθήσεται·
28λόγον γὰρ συντελῶν καὶ συντέμνων #9:28 εν δικαιοσυνη οτι λογον συντετμημενον 94.5% ¦ --- CT 2.8%ἐν δικαιοσύνῃ·
ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
29Καὶ καθὼς προείρηκεν Ἠσαΐας,
Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν,
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
30Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον #9:31 δικαιοσυνης ¦ --- CTδικαιοσύνης οὐκ ἔφθασε. 32Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων #9:32 νομου ¦ --- CTνόμου· προσέκοψαν #9:32 γαρ ¦ --- CTγὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33καθὼς γέγραπται,
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου·
καὶ #9:33 πας ¦ --- CTπᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

하이라이트

공유

복사

None

모든 기기에 하이라이트를 저장하고 싶으신가요? 회원가입 혹은 로그인하세요

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9 동영상