ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10

10
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις #10:1 η ¦ --- CTἡ πρὸς τὸν Θεὸν ὑπὲρ #10:1 του ισραηλ ¦ αυτων CTτοῦ Ἰσραήλ #10:1 εστιν ¦ --- CTἐστιν εἰς σωτηρίαν. 2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. 3Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν #10:3 δικαιοσυνην 92.5% ¦ --- SBL WH 3.7%δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 # 10:5 μωυσης ¦ μωσης PCK TR Μωϋσῆς γὰρ γράφει #10:5 την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WHτὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας #10:5 αυτα ¦ --- SBL WHαὐτὰ ἄνθρωπος ζήσεται ἐν #10:5 αυτοις ¦ αυτη SBL TH WHαὐτοῖς. 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— 7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9ὅτι ἐὰν ὁμολογήσῃς #10:9 εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WHἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
14Πῶς οὖν #10:14 επικαλεσονται ¦ επικαλεσωνται CTἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ #10:14 πιστευσουσιν ¦ πιστευσωσιν CTπιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ #10:14 ακουσουσι ¦ ακουσωσι CTἀκούσουσι χωρὶς κηρύσσοντος; 15Πῶς δὲ #10:15 κηρυξουσιν ¦ κηρυξωσιν CTκηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; #10:15 καθως ¦ καθαπερ WHΚαθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες #10:15 των ευαγγελιζομενων ειρηνην 89.3% ¦ --- CT 10.4%τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων #10:15 τα ¦ --- WHτὰ ἀγαθά. 16Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος #10:17 θεου ¦ χριστου CTΘεοῦ.
18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19Ἀλλὰ λέγω, μὴ #10:19 ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CTοὐκ ἔγνω Ἰσραήλ; Πρῶτος #10:19 μωυσης ¦ μωσης PCK TRΜωϋσῆς λέγει,
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,
# 10:19 επι ¦ επ CT ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
Εὑρέθην #10:20 τοις ¦ εν τοις NA SBLτοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

하이라이트

공유

복사

None

모든 기기에 하이라이트를 저장하고 싶으신가요? 회원가입 혹은 로그인하세요

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10 동영상