ΚΑΤΑ ΛΟΥΚΑΝ 11

11
1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ #11:1 ιωαννης ¦ ιωανης WHἸωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. 2Εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε,
Πάτερ #11:2 ημων ο εν τοις ουρανοις ¦ --- CTἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου.
# 11:2 ελθετω ¦ ελθατω WH Ἐλθέτω ἡ βασιλεία σου.
# 11:2 γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης ¦ --- CT Γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.
4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν,
καὶ γὰρ αὐτοὶ #11:4 αφιεμεν ¦ αφιομεν CTἀφίεμεν παντὶ #11:4 οφειλοντι ¦ τω οφειλοντι ANTὀφείλοντι ἡμῖν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
# 11:4 αλλα ρυσαι ημας απο του πονηρου ¦ --- CT ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
5Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ #11:5 ειπη ¦ ερει ANTεἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 6ἐπειδὴ #11:6 φιλος ¦ φιλος μου ANT CT TRφίλος παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. 8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι #11:8 αυτου φιλον ¦ φιλον αυτου CTαὐτοῦ φίλον, διά γε τὴν #11:8 αναιδειαν ¦ αναιδιαν WHἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ #11:8 οσον ¦ οσων ANT CT TRὅσον χρῄζει. 9Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι #11:10 ανοιγησεται ¦ ανοιχθησεται ANTἀνοιγήσεται. 11Τίνα δὲ #11:11 υμων ¦ εξ υμων ANT CTὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς #11:11 αρτον μη λιθον επιδωσει αυτω η και ιχθυν μη ¦ αρτον μη λιθον επιδωσει αυτω ει και ιχθυν μη TR ¦ ιχθυν και NA SBL TH ¦ ιχθυν μη WHἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν #11:11 επιδωσει αυτω ¦ αυτω επιδωσει CTἐπιδώσει αὐτῷ; 12Ἢ καὶ #11:12 εαν αιτηση ¦ αιτησει CTἐὰν αἰτήσῃ ᾠόν, #11:12 μη ¦ --- CTμὴ ἐπιδώσει αὐτῷ σκορπίον; 13Εἰ οὖν ὑμεῖς #11:13 πονηροι υπαρχοντες ¦ υπαρχοντες πονηροι ANTπονηροὶ ὑπάρχοντες οἴδατε #11:13 δοματα αγαθα ¦ αγαθα δοματα TRδόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα #11:13 αγιον ¦ αγαθον ANTἍγιον τοῖς αἰτοῦσιν αὐτόν;
14Καὶ ἦν ἐκβάλλων δαιμόνιον, #11:14 και αυτο ην 93.7% ¦ --- SBL TH WH 1.6%καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ #11:14 εθαυμασαν ¦ εθαυμαζον ANTἐθαύμασαν οἱ ὄχλοι. 15Τινὲς δὲ ἐξ αὐτῶν #11:15 ειπον ¦ ειπαν WHεἶπον, Ἐν #11:15 βεελζεβουλ ¦ βεεζεβουλ WHΒεελζεβοὺλ #11:15 αρχοντι ¦ τω αρχοντι ANT CTἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 16Ἕτεροι δὲ πειράζοντες σημεῖον #11:16 παρ αυτου εζητουν εξ ουρανου ¦ εξ ουρανου εζητουν παρ αυτου CTπαρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. 17Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. 18Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε ἐν #11:18 βεελζεβουλ ¦ βεεζεβουλ WHΒεελζεβοὺλ #11:18 εκβαλλειν με ¦ με εκβαλλειν ANTἐκβάλλειν με τὰ δαιμόνια. 19Εἰ δὲ ἐγὼ ἐν #11:19 βεελζεβουλ ¦ βεεζεβουλ WHΒεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι #11:19 εκβαλλουσι ¦ εκβαλουσι ANTἐκβάλλουσι; Διὰ τοῦτο #11:19 κριται υμων αυτοι ¦ κριται αυτοι υμων PCK ¦ αυτοι κριται υμων ANT ¦ αυτοι υμων κριται CTκριταὶ ὑμῶν αὐτοὶ ἔσονται. 20Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ #11:20 εκβαλλω ¦ εγω εκβαλλω NA WHἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 21Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· 22ἐπὰν δὲ #11:22 ο ¦ --- CTὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον #11:24 λεγει ¦ τοτε λεγει NA WHλέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. 25Καὶ ἐλθὸν εὑρίσκει #11:25 σεσαρωμενον ¦ σχολαζοντα σεσαρωμενον WHσεσαρωμένον καὶ κεκοσμημένον. 26Τότε πορεύεται καὶ παραλαμβάνει #11:26 επτα ετερα πνευματα πονηροτερα εαυτου ¦ ετερα πνευματα πονηροτερα εαυτου επτα CTἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ #11:26 ελθοντα ¦ εισελθοντα ANT CT TRἐλθόντα κατοικεῖ ἐκεῖ· καὶ #11:26 γινεται ¦ γεινεται THγίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις #11:27 γυνη φωνην ¦ φωνην γυνη CTγυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. 28Αὐτὸς δὲ εἶπε, #11:28 μενουνγε ¦ μεν ουν CTΜενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες #11:28 αυτον ¦ --- CTαὐτόν.
29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη #11:29 πονηρα ¦ γενεα πονηρα ANT CTπονηρά ἐστι· σημεῖον #11:29 επιζητει ¦ ζητει ANT CTἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ #11:29 του προφητου ¦ --- CTτοῦ προφήτου. 30Καθὼς γὰρ ἐγένετο #11:30 ιωνας ¦ ο ιωνας WHἸωνᾶς #11:30 σημειον τοις νινευιταις ¦ τοις νινευιταις σημειον NA SBL ¦ τοις νινευειταις σημειον TH WHσημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ #11:30 ταυτη ¦ ταυτη σημειον ANTταύτῃ. 31Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν #11:31 σολομωνος ¦ σολομωντος ANT TRΣολομῶνος, καὶ ἰδού, πλεῖον #11:31 σολομωνος ¦ σολομωντος ANT TRΣολομῶνος ὧδε. 32Ἄνδρες #11:32 νινευι ¦ νινευιται BYZ NA SBL ¦ νινευη HF ¦ νινευειται TH WHΝινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
33Οὐδεὶς #11:33 δε ¦ --- CTδὲ λύχνον ἅψας εἰς #11:33 κρυπτην ¦ κρυπτον TRκρύπτην τίθησιν, #11:33 ουδε υπο τον μοδιον ¦ --- THοὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ #11:33 φεγγος ¦ φως NA TH WHφέγγος βλέπωσιν. 34Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ #11:34 οφθαλμος ¦ οφθαλμος σου CTὀφθαλμός· ὅταν #11:34 ουν ¦ --- CTοὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, #11:34 και ¦ --- PCKκαὶ ὅλον τὸ σῶμά σου #11:34 φωτεινον ¦ φωτινον WHφωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου #11:34 σκοτεινον ¦ σκοτινον WHσκοτεινόν. 35Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36Εἰ οὖν τὸ σῶμά σου ὅλον #11:36 φωτεινον ¦ φωτινον WHφωτεινόν, μὴ ἔχον #11:36 τι μερος ¦ μερος τι CTτι μέρος #11:36 σκοτεινον ¦ σκοτινον WHσκοτεινόν, ἔσται #11:36 φωτεινον ¦ φωτινον WHφωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37Ἐν δὲ τῷ #11:37 λαλησαι ¦ λαλησαι αυτον ταυτα ANTλαλῆσαι, #11:37 ηρωτα ¦ ερωτα CTἠρώτα αὐτὸν Φαρισαῖός #11:37 τις ¦ --- CTτις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; 41Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, #11:41 παντα ¦ απαντα ANTπάντα καθαρὰ ὑμῖν #11:41 εστιν ¦ εσται ANTἐστιν.
42 # 11:42 αλλ ¦ αλλα NA27 SBL TH WH Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· #11:42 ταυτα ¦ ταυτα δε ANT CTταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ #11:42 αφιεναι ¦ παρειναι CTἀφιέναι. 43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44Οὐαὶ ὑμῖν, #11:44 γραμματεις και φαρισαιοι υποκριται ¦ --- CTγραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι #11:44 περιπατουντες ¦ οι περιπατουντες CT TRπεριπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46Ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48Ἄρα #11:48 μαρτυρειτε ¦ μαρτυρες εστε CTμαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε #11:48 αυτων τα μνημεια 95.8% ¦ --- CT 0.6%αὐτῶν τὰ μνημεῖα. 49Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ #11:49 εκδιωξουσιν ¦ διωξουσιν CTἐκδιώξουσιν· 50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ #11:50 εκχυνομενον ¦ εκκεχυμενον CTἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51ἀπὸ #11:51 του ¦ --- CTτοῦ αἵματος Ἄβελ ἕως #11:51 του ¦ --- CTτοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ #11:52 εισηλθετε ¦ εισηλθατε CTεἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53 # 11:53 λεγοντος δε αυτου ταυτα προς αυτους ¦ κακειθεν εξελθοντος αυτου CT Λέγοντος δὲ αὐτοῦ #11:53 ταυτα προς αυτους ¦ προς αυτους ταυτα ANTταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς #11:53 ενεχειν ¦ συνεχειν PCKἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54ἐνεδρεύοντες αὐτόν, #11:54 ζητουντες ¦ και ζητουντες TR ¦ --- CTζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, #11:54 ινα κατηγορησωσιν αυτου ¦ --- CTἵνα κατηγορήσωσιν αὐτοῦ.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΛΟΥΚΑΝ 11: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in