ΚΑΤΑ ΛΟΥΚΑΝ 12

12
1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, #12:1 ωστε ¦ ως ANTὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης #12:1 των φαρισαιων ητις εστιν υποκρισις ¦ ητις εστιν υποκρισις των φαρισαιων NA SBL WHτῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. 2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 3Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν #12:4 αποκτενοντων ¦ αποκτεινοντων CT TR ¦ αποκτεννοντων ANTἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι #12:5 εξουσιαν εχοντα ¦ εχοντα εξουσιαν ANT CTἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6Οὐχὶ πέντε στρουθία #12:6 πωλειται ¦ πωλουνται CTπωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ. 7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ #12:7 ουν ¦ --- CTοὖν φοβεῖσθε· #12:7 πολλων ¦ πολλω PCKπολλῶν στρουθίων διαφέρετε.
8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν #12:8 ομολογηση ¦ ομολογησει WHὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· 9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. 10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11Ὅταν δὲ #12:11 προσφερωσιν ¦ εισφερωσιν CTπροσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ #12:11 μεριμνατε ¦ μεριμνησητε CTμεριμνᾶτε πῶς ἢ τί #12:11 απολογησησθε ¦ απολογησεσθε PCKἀπολογήσησθε, ἢ τί εἴπητε· 12τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.
13Εἶπε δέ τις #12:13 αυτω εκ του οχλου ¦ εκ του οχλου αυτω CTαὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι #12:13 μετ εμου την κληρονομιαν ¦ την κληρονομιαν μετ εμου ANTμετ᾽ ἐμοῦ τὴν κληρονομίαν. 14Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησε #12:14 δικαστην 93.3% ¦ κριτην CT 2%δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; 15Εἶπε δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ #12:15 της ¦ πασης ANT CTτῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ #12:15 αυτω ¦ αυτου ANT CT PCK TRαὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων #12:15 αυτου ¦ αυτω CTαὐτοῦ. 16Εἶπε δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17καὶ διελογίζετο ἐν #12:17 ἑαυτῷ ¦ αὑτῷ WHἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18Καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα #12:18 τα γενηματα μου ¦ τον σιτον CTτὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. 19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20Εἶπε δὲ αὐτῷ ὁ Θεός, #12:20 αφρον ¦ αφρων CT STἌφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου #12:20 απαιτουσιν ¦ αιτουσιν TH WHἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21Οὕτως ὁ θησαυρίζων #12:21 ἑαυτῷ ¦ αὑτῷ WHἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
22Εἶπε δὲ πρὸς τοὺς μαθητὰς #12:22 αυτου ¦ --- THαὐτοῦ, Διὰ τοῦτο #12:22 υμιν λεγω ¦ λεγω υμιν ANT CT PCKὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ #12:22 υμων ¦ --- CTὑμῶν, τί φάγητε· μηδὲ τῷ #12:22 σωματι ¦ σωματι υμων ANT WHσώματι, τί #12:22 ενδυσησθε ¦ ενδυσεσθε PCKἐνδύσησθε. 23#12:23 η ¦ ουχι η ANT ¦ η γαρ CTἩ ψυχὴ #12:23 πλειον ¦ πλειων PCKπλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται #12:25 προσθειναι επι την ηλικιαν αυτου ¦ προσθηναι επι την ηλικιαν αυτου BYZ ¦ επι την ηλικιαν αυτου προσθειναι CTπροσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν #12:25 ενα ¦ --- CTἕνα; 26Εἰ οὖν #12:26 ουτε ¦ ουδε CTοὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω #12:27 δε ¦ --- PCKδὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28Εἰ δὲ #12:28 τον χορτον εν τω αγρω ¦ τον χορτον του αγρου ANT ¦ εν αγρω τον χορτον CTτὸν χόρτον ἐν τῷ ἀγρῷ #12:28 σημερον οντα ¦ οντα σημερον CTσήμερον ὄντα, καὶ αὔριον εἰς #12:28 κλιβανον ¦ κλειβανον THκλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως #12:28 αμφιεννυσι ¦ αμφιεζει NA SBL TH ¦ αμφιαζει WHἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, #12:29 η ¦ και ANT CTἢ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. 30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου #12:30 επιζητει ¦ επιζητουσιν CTἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31Πλὴν ζητεῖτε τὴν βασιλείαν #12:31 του θεου ¦ αυτου CTτοῦ Θεοῦ, καὶ ταῦτα #12:31 παντα ¦ --- CTπάντα προστεθήσεται ὑμῖν. 32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς #12:33 βαλαντια ¦ βαλλαντια ANT CTβαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· 34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε #12:36 αναλυση ¦ αναλυσει ANT HF PCK TRἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. 37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38#12:38 και εαν ελθη εν τη δευτερα φυλακη και ¦ καν εν τη δευτερα καν CTΚαὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν #12:38 οι δουλοι ¦ --- CTοἱ δοῦλοι ἐκεῖνοι. 39Τοῦτο δὲ #12:39 γινωσκετε ¦ γεινωσκετε THγινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, #12:39 εγρηγορησεν αν και ¦ --- NA SBLἐγρηγόρησεν ἄν, καὶ οὐκ #12:39 αν ¦ --- TH WHἂν ἀφῆκε #12:39 διορυγηναι ¦ διορυχθηναι NA SBL WHδιορυγῆναι τὸν οἶκον αὐτοῦ. 40Καὶ ὑμεῖς #12:40 ουν 95.3% ¦ --- CT 1.6%οὖν #12:40 γινεσθε ¦ γεινεσθε THγίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41Εἶπε δὲ #12:41 αυτω ¦ --- CTαὐτῷ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; 42#12:42 ειπε δε ¦ και ειπεν CTΕἶπε δὲ ὁ Κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος #12:42 και ¦ ο CTκαὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ #12:42 το ¦ --- THτὸ σιτομέτριον; 43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει #12:43 ποιουντα ουτως ¦ ουτω ποιουντα ANT THποιοῦντα οὕτως. 44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· 46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ #12:46 γινωσκει ¦ γεινωσκει THγινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου #12:47 ἑαυτοῦ ¦ αὐτοῦ CT PCKἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας #12:47 μηδε ¦ η CTμηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49Πῦρ ἦλθον βαλεῖν #12:49 εις ¦ επι ANT CTεἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως #12:50 ου ¦ οτου CTοὗ τελεσθῇ. 51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. 52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν #12:52 οικω ενι ¦ ενι οικω CTοἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισί. 53#12:53 διαμερισθησεται ¦ διαμερισθησονται ANT CTΔιαμερισθήσεται πατὴρ #12:53 επι ¦ εφ TRἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ #12:53 θυγατρι ¦ την θυγατερα NA TH ¦ θυγατερα SBL WHθυγατρί, καὶ θυγάτηρ ἐπὶ #12:53 μητρι ¦ την μητερα CTμητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν #12:53 αυτης ¦ --- CTαὐτῆς.
54Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε #12:54 την ¦ --- SBL TH WHτὴν νεφέλην ἀνατέλλουσαν #12:54 απο ¦ επι CTἀπὸ δυσμῶν, εὐθέως #12:54 λεγετε ¦ λεγετε οτι CTλέγετε, Ὄμβρος ἔρχεται· καὶ #12:54 γινεται ¦ γεινεται THγίνεται οὕτω. 55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ #12:55 γινεται ¦ γεινεται THγίνεται. 56Ὑποκριταί, τὸ πρόσωπον #12:56 της γης και του ουρανου ¦ του ουρανου και της γης ANT PCK SCRτῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸν #12:56 δε καιρον ¦ καιρον δε NA TH WHδὲ καιρὸν τοῦτον πῶς #12:56 ου δοκιμαζετε 94.3% ¦ ουκ οιδατε δοκιμαζειν CT 0.8%οὐ δοκιμάζετε;
57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε #12:58 παραδω ¦ παραδωσει CTπαραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ #12:58 σε βαλη ¦ βαλη σε PCK ¦ σε βαλλη TR ¦ σε βαλει ANT CTσε βάλῃ εἰς φυλακήν. 59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως #12:59 ου ¦ --- CTοὗ καὶ #12:59 τον ¦ το ANT CT PCK TRτὸν ἔσχατον λεπτὸν ἀποδῷς.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΛΟΥΚΑΝ 12: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in