ΚΑΤΑ ΛΟΥΚΑΝ 10
10
1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος #10:1 και ¦ --- NA TH WHκαὶ ἑτέρους #10:1 εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WHἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ #10:1 δυο ¦ δυο δυο NA SBL WHδύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ #10:1 εμελλεν ¦ ημελλεν ANT CTἔμελλεν αὐτὸς ἔρχεσθαι. 2Ἔλεγεν #10:2 ουν ¦ δε CTοὖν πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως #10:2 εκβαλη εργατας ¦ εκβαλλη εργατας TR ¦ εργατας εκβαλη CTἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 3Ὑπάγετε· ἰδού, #10:3 εγω ¦ --- CTἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4Μὴ βαστάζετε #10:4 βαλαντιον ¦ βαλλαντιον ANT CTβαλάντιον, μὴ πήραν, #10:4 μηδε ¦ μη CT PCKμηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5Εἰς ἣν δ᾽ ἂν #10:5 οικιαν εισερχησθε ¦ εισελθητε οικιαν CTοἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6Καὶ ἐὰν #10:6 η εκει ¦ μεν η εκει PCK TR ¦ εκει η NA WHᾖ ἐκεῖ #10:6 υιος ¦ ο υιος SCRυἱὸς εἰρήνης, #10:6 επαναπαυσεται ¦ επαναπαησεται CTἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς #10:6 ανακαμψει ¦ επανακαμψει ANTἀνακάμψει. 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, #10:7 εσθιοντες ¦ εσθοντες WHἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ #10:7 εστι ¦ --- CTἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8Καὶ εἰς ἣν #10:8 αν ¦ δ αν PCK TRἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 10Εἰς ἣν δ᾽ ἂν πόλιν #10:10 εισερχησθε ¦ εισελθητε CTεἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν #10:11 εκ ¦ απο ANTἐκ τῆς πόλεως #10:11 υμων ¦ υμων εις τους ποδας ημων ANT ¦ υμων εις τους ποδας CTὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο #10:11 γινωσκετε ¦ γεινωσκετε THγινώσκετε, ὅτι ἤγγικεν #10:11 εφ υμας ¦ --- CTἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 12#10:12 λεγω ¦ λεγω δε ANT TRΛέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
13Οὐαί σοι, #10:13 χοραζιν ¦ χωραζιν PCK TR ¦ χοραζειν TH WHΧοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ #10:13 σιδωνι ¦ σειδωνι THΣιδῶνι #10:13 εγενοντο ¦ εγενηθησαν CTἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ #10:13 καθημεναι ¦ καθημενοι ANT CTκαθήμεναι μετενόησαν. 14Πλὴν Τύρῳ καὶ #10:14 σιδωνι ¦ σειδωνι THΣιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. 15Καὶ σύ, #10:15 καπερναουμ ¦ καφαρναουμ CTΚαπερναούμ, #10:15 η εως του ουρανου υψωθεισα ¦ μη εως ουρανου υψωθηση CTἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως #10:15 αδου ¦ του αδου CTᾍδου #10:15 καταβιβασθηση ¦ καταβηση NA WHκαταβιβασθήσῃ.
16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17Ὑπέστρεψαν δὲ οἱ #10:17 εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WHἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18Εἶπε δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19Ἰδού, #10:19 διδωμι ¦ δεδωκα CTδίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ #10:19 αδικηση ¦ αδικησει SCR WHἀδικήσῃ. 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε #10:20 δε ¦ δε μαλλον TRδὲ ὅτι τὰ ὀνόματα ὑμῶν #10:20 εγραφη ¦ εγγεγραπται NA SBL ¦ ενγεγραπται TH WHἐγράφη ἐν τοῖς οὐρανοῖς.
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο #10:21 τω πνευματι ο ιησους 92.4% ¦ εν τω πνευματι τω αγιω NA 0.2% ¦ τω πνευματι τω αγιω SBL TH WH 0.1%τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτως #10:21 εγενετο ευδοκια ¦ ευδοκια εγενετο CTἐγένετο εὐδοκία ἔμπροσθέν σου. 22#10:22 και στραφεις προς τους μαθητας ειπε 76.1% ¦ --- CT SCR 9.5%Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε, Πάντα #10:22 μοι παρεδοθη ¦ παρεδοθη μοι TRμοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς #10:22 γινωσκει ¦ επιγινωσκει ANT ¦ γεινωσκει THγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ #10:22 εαν ¦ αν WHἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ #10:24 ειδον ¦ ειδαν CTεἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, #10:25 και ¦ --- CTκαὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26Ὁ δὲ εἶπε πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης #10:27 της ¦ --- WHτῆς καρδίας σου, καὶ #10:27 εξ ολης της ψυχης ¦ εν ολη τη ψυχη CTἐξ ὅλης τῆς ψυχῆς σου, καὶ #10:27 εξ ολης της ισχυος ¦ εν ολη τη ισχυι CTἐξ ὅλης τῆς ἰσχύος σου, καὶ #10:27 εξ ολης της διανοιας ¦ εν ολη τη διανοια CTἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς #10:27 σεαυτον ¦ εαυτον ANTσεαυτόν. 28Εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.
29Ὁ δὲ θέλων #10:29 δικαιουν ¦ δικαιωσαι CTδικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον; 30Ὑπολαβὼν #10:30 δε ¦ --- NA TH WHδὲ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς #10:30 ιεριχω ¦ ιερειχω TH WHἸεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ #10:30 τυγχανοντα ¦ --- CTτυγχάνοντα. 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32Ὁμοίως δὲ καὶ #10:32 λευιτης ¦ λευειτης TH WHΛευΐτης #10:32 γενομενος ¦ --- SBL TH WHγενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33#10:33 σαμαρειτης ¦ σαμαριτης NA SBLΣαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτόν, καὶ ἰδὼν #10:33 αυτον ¦ --- CTαὐτὸν ἐσπλαγχνίσθη, 34καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35Καὶ ἐπὶ τὴν αὔριον #10:35 εξελθων ¦ --- CTἐξελθών, ἐκβαλὼν #10:35 δυο δηναρια εδωκε ¦ εδωκε δυο δηναρια NAδύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν #10:35 αυτω ¦ --- CTαὐτῷ, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36Τίς #10:36 ουν ¦ --- CTοὖν τούτων τῶν τριῶν #10:36 πλησιον δοκει σοι ¦ δοκει σοι πλησιον TRπλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν #10:37 ουν ¦ δε CTοὖν αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
38 # 10:38 εγενετο δε εν ¦ εν δε CT Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, #10:38 και ¦ --- CTκαὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν #10:38 εις τον οικον αυτης 98.2% ¦ εις την οικιαν TH WH 0.5% ¦ --- NA SBL 0.2%εἰς τὸν οἶκον αὐτῆς. 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη #10:39 μαρια ¦ μαριαμ CTΜαρία, #10:39 η ¦ --- THἣ καὶ #10:39 παρακαθισασα παρα ¦ παρακαθεσθεισα προς CTπαρακαθίσασα παρὰ τοὺς πόδας τοῦ #10:39 ιησου ¦ κυριου NA WHἸησοῦ ἤκουε #10:39 τον λογον ¦ των λογων PCKτὸν λόγον αὐτοῦ. 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με #10:40 κατελειπε ¦ κατελιπε ANT NA PCK TRκατέλειπε διακονεῖν; #10:40 ειπε ¦ ειπον WHΕἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41Ἀποκριθεὶς δὲ #10:41 ειπεν αυτη ο ιησους ¦ ο ιησους ειπεν αυτη PCK ¦ ειπεν αυτη ο κυριος CTεἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ #10:41 τυρβαζη ¦ θορυβαζη CTτυρβάζῃ περὶ πολλά· 42#10:42 ενος δε εστι χρεια ¦ ολιγων δε εστι χρεια η ενος SBL WHἑνὸς δέ ἐστι χρεία· #10:42 μαρια ¦ μαριαμ CTΜαρία #10:42 δε ¦ γαρ CTδὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται #10:42 απ ¦ --- CTἀπ᾽ αὐτῆς.
ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:
ΚΑΤΑ ΛΟΥΚΑΝ 10: TCGNT
Highlight
ಶೇರ್
ಕಾಪಿ
Want to have your highlights saved across all your devices? Sign up or sign in