ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10

10
1Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, #10:1 αλλα ¦ αλλ NA28ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα #10:3 καλει ¦ φωνει CTκαλεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. 4#10:4 και ¦ --- CTΚαὶ ὅταν τὰ ἴδια #10:4 προβατα ¦ παντα CTπρόβατα #10:4 εκβαλη ¦ εκβαλλη PCKἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. 5Ἀλλοτρίῳ δὲ οὐ μὴ #10:5 ακολουθησωσιν ¦ ακολουθησουσιν CTἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7Εἶπεν οὖν πάλιν #10:7 αυτοις 83.7% ¦ --- NA WH 0.5%αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν #10:7 οτι 73.1% ¦ --- WH 26.6%ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8Πάντες ὅσοι #10:8 ηλθον ¦ ηλθον προ εμου ANT CT PCK ¦ προ εμου ηλθον TRἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. 11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12#10:12 μισθωτος δε ¦ μισθωτος NA SBL WH ¦ δε μισθωτος THμισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ #10:12 εισι ¦ εστι CTεἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει #10:12 τα προβατα ¦ --- CTτὰ πρόβατα. 13#10:13 ο δε μισθωτος φευγει ¦ --- CTὉ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ #10:14 γινωσκω ¦ γεινωσκω THγινώσκω τὰ ἐμά, καὶ #10:14 γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα NA SBL WH ¦ γεινωσκουσι με τα εμα THγινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15Καθὼς #10:15 γινωσκει ¦ γεινωσκει THγινώσκει με ὁ πατήρ, κἀγὼ #10:15 γινωσκω ¦ γεινωσκω THγινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά #10:16 με δει ¦ δει με CTμε δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ #10:16 γενησεται 97.7% ¦ γενησονται CT 2.1%γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17Διὰ τοῦτο #10:17 ο πατηρ με ¦ με ο πατηρ CTὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18Οὐδεὶς #10:18 αιρει ¦ ηρεν WHαἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19Σχίσμα #10:19 ουν 92.2% ¦ --- CT 1.2%οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς #10:21 ανοιγειν ¦ ανοιξαι CTἀνοίγειν;
22Ἐγένετο #10:22 δε ¦ τοτε CTδὲ τὰ #10:22 εγκαινια ¦ ενκαινια TH WHἘγκαίνια ἐν #10:22 ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ANT CT TRἹεροσολύμοις, #10:22 και ¦ --- CTκαὶ χειμὼν ἦν· 23καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ #10:23 σολομωνος ¦ του σολομωντος TR ¦ του σολομωνος ANT CTΣολομῶνος. 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, #10:24 ειπε ¦ ειπον WHεἰπὲ ἡμῖν παρρησίᾳ. 25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26#10:26 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· #10:26 ου γαρ ¦ οτι ουκ CTοὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, #10:26 καθως ειπον υμιν 94.4% ¦ --- CT 4.6%καθὼς εἶπον ὑμῖν. 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου #10:27 ακουει ¦ ακουουσι CTἀκούει, κἀγὼ #10:27 γινωσκω ¦ γεινωσκω THγινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· 28κἀγὼ #10:28 ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον CT 1.7%ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29Ὁ πατήρ μου #10:29 ος 92.6% ¦ ο CT 0.5%ὃς δέδωκέ μοι, #10:29 μειζων παντων 97% ¦ παντων μειζων SBL TH 0.7% ¦ παντων μειζον NA WH 0.1%μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός #10:29 μου 98.8% ¦ --- CT 0.9%μου. 30Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31Ἐβάστασαν #10:31 ουν 92.3% ¦ --- NA TH WH 1.2%οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ #10:32 καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν NA SBL TH 9.4% ¦ εργα εδειξα υμιν καλα WH 0.2%καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός #10:32 μου 99.4% ¦ --- NA SBL WH 0.4%μου· διὰ ποῖον αὐτῶν ἔργον #10:32 λιθαζετε με 98.8% ¦ εμε λιθαζετε CT 1%λιθάζετέ με; 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι #10:33 λεγοντες ¦ --- CTλέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ #10:34 υμων ¦ υμων οτι CTὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή— 36ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις #10:38 πιστευσατε ¦ πιστευετε CTπιστεύσατε· ἵνα γνῶτε καὶ #10:38 πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε TH) NA SBL WH 1.4%πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν #10:38 αυτω ¦ τω πατρι CTαὐτῷ. 39Ἐζήτουν #10:39 ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι BYZ TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν #10:40 ιωαννης ¦ ιωανης WHἸωάννης τὸ πρῶτον βαπτίζων· καὶ #10:40 εμεινεν ¦ εμενεν WHἔμεινεν ἐκεῖ. 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι #10:41 ιωαννης ¦ ιωανης WHἸωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν #10:41 ιωαννης ¦ ιωανης WHἸωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42Καὶ #10:42 επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει CTἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in