ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

11
1Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2Ἦν δὲ #11:2 μαρια ¦ μαριαμ NA SBL WHΜαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν #11:2 αυτης ¦ εαυτης PCKαὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς. 5Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. 7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8Λέγουσιν αὐτῷ οἱ μαθηταί, #11:8 ραββι ¦ ραββει TH WHῬαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9Ἀπεκρίθη #11:9 ιησους ¦ ο ιησους TRἸησοῦς, Οὐχὶ δώδεκά #11:9 εισιν ωραι ¦ ωραι εισι CT PCKεἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12#11:12 ειπον ¦ ειπαν NA SBL WHΕἶπον οὖν οἱ μαθηταὶ #11:12 αυτου ¦ αυτω CTαὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανε. 15Καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· #11:15 αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς #11:16 συμμαθηταις ¦ συνμαθηταις TH WHσυμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας #11:17 ημερας ηδη ¦ ηδη ημερας CTἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18Ἦν δὲ #11:18 η ¦ --- WHἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19#11:19 και πολλοι ¦ πολλοι δε CTκαὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς #11:19 τας περι ¦ την CTτὰς περὶ Μάρθαν καὶ #11:19 μαριαν ¦ μαριαμ CTΜαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ #11:19 αυτων ¦ --- CTαὐτῶν. 20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι #11:20 ιησους ¦ ο ιησους ANT TRἸησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· #11:20 μαρια ¦ μαριαμ NA WHΜαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21Εἶπεν οὖν #11:21 μαρθα ¦ η μαρθα ANT CT TRΜάρθα πρὸς #11:21 τον ¦ --- WHτὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, #11:21 ο αδελφος μου ουκ αν ετεθνηκει ¦ ουκ αν απεθανεν ο αδελφος μου NA SBL WHὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22#11:22 αλλα ¦ --- SBL WHἈλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. 23Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου. 24Λέγει αὐτῷ #11:24 μαρθα ¦ η μαρθα NA SBL WHΜάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; 27Λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28Καὶ #11:28 ταυτα ¦ τουτο CTταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε #11:28 μαριαν ¦ μαριαμ CTΜαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, #11:28 ειπουσα ¦ ειπασα WHεἰποῦσα, Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 29#11:29 εκεινη ¦ εκεινη δε CTἘκείνη ὡς ἤκουσεν, #11:29 εγειρεται ¦ ηγερθη CTἐγείρεται ταχὺ καὶ #11:29 ερχεται ¦ ηρχετο CTἔρχεται πρὸς αὐτόν. 30Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ #11:30 ην ¦ ην ετι CTἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν #11:31 μαριαν ¦ μαριαμ CTΜαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, #11:31 λεγοντες ¦ δοξαντες CTλέγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. 32Ἡ οὖν #11:32 μαρια ¦ μαριαμ NA SBL WHΜαρία, ὡς ἦλθεν ὅπου ἦν #11:32 ο ¦ --- CTὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν #11:32 αυτου εις τους ποδας ¦ εις τους ποδας αυτου TR ¦ αυτου προς τους ποδας CTαὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν #11:32 απεθανε μου ¦ μου απεθανεν CTἀπέθανέ μου ὁ ἀδελφός. 33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, 34καὶ εἶπε, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. 35Ἐδάκρυσεν ὁ Ἰησοῦς. 36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. 37Τινὲς δὲ ἐξ αὐτῶν #11:37 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οὐκ #11:37 ηδυνατο ¦ εδυνατο CTἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. 39Λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ #11:39 τεθνηκοτος ¦ τετελευτηκοτος CTτεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. 40Λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, #11:40 οψει ¦ οψη CTὄψει τὴν δόξαν τοῦ Θεοῦ; 41Ἦραν οὖν τὸν λίθον, #11:41 ου ην ο τεθνηκως κειμενος ¦ --- CTοὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε, Λάζαρε, δεῦρο ἔξω. 44#11:44 και ¦ --- CTΚαὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει #11:44 αυτοις ο ιησους ¦ ο ιησους αυτοις WHαὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτόν, καὶ #11:44 αφετε ¦ αφετε αυτον CTἄφετε ὑπάγειν.
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν #11:45 μαριαν ¦ μαριαμ CTΜαρίαν καὶ θεασάμενοι #11:45 α εποιησεν ο ιησους ¦ α εποιησεν NA SBL TH ¦ ο εποιησεν WHἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ #11:46 ειπον ¦ ειπαν NA SBL WHεἶπον αὐτοῖς #11:46 α ¦ οσα PCKἃ ἐποίησεν #11:46 ο ¦ --- NA SBL WHὁ Ἰησοῦς. 47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ #11:47 σημεια ποιει ¦ ποιει σημεια CTσημεῖα ποιεῖ. 48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50οὐδὲ #11:50 διαλογιζεσθε ¦ λογιζεσθε CTδιαλογίζεσθε ὅτι συμφέρει #11:50 ημιν ¦ υμιν CTἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, #11:51 αλλα ¦ αλλ NA28ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, #11:51 προεφητευσεν ¦ επροφητευσεν CTπροεφήτευσεν ὅτι #11:51 εμελλεν ¦ ημελλεν THἔμελλεν #11:51 ιησους ¦ ο ιησους ANT PCK TRἸησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας #11:53 συνεβουλευσαντο ¦ εβουλευσαντο CTσυνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 # 11:54 ιησους ουν ¦ ο ουν ιησους CT Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, #11:54 αλλα ¦ αλλ NA28ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ #11:54 διετριβε ¦ εμεινε CTδιέτριβε μετὰ τῶν μαθητῶν #11:54 αυτου ¦ --- CTαὐτοῦ.
55Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. 56Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί #11:56 δοκει υμιν ¦ υμιν δοκει PCKδοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57Δεδώκεισαν δὲ #11:57 και ¦ --- CTκαὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι #11:57 εντολην ¦ εντολας CTἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

ಪ್ರಸ್ತುತ ಆಯ್ಕೆ ಮಾಡಲಾಗಿದೆ:

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11: TCGNT

Highlight

ಶೇರ್

ಕಾಪಿ

None

Want to have your highlights saved across all your devices? Sign up or sign in