1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Text-Critical Greek New Testament
Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι·
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
Ὁ πατήρ μου ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು