YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14

14
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, #14:3 και ο 95.2% ¦ ο δε CT 2%καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· #14:4 δυνατος γαρ εστιν 92.5% ¦ δυνατει γαρ CT 1.3%δυνατὸς γάρ ἐστιν ὁ #14:4 θεος ¦ κυριος CTΘεὸς στῆσαι αὐτόν.
5Ὃς #14:5 μεν ¦ μεν γαρ NA WHμὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. 6Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· #14:6 και ο μη φρονων την ημεραν κυριω ου φρονει 92.8% ¦ --- CT 4.8%καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. #14:6 και ¦ --- TRΚαὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. 8Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν. 9Εἰς τοῦτο γὰρ Χριστὸς #14:9 και απεθανε και ανεστη ¦ απεθανε CTκαὶ ἀπέθανε καὶ ἀνέστη καὶ #14:9 εζησεν ¦ ανεζησεν TRἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ #14:10 χριστου 96% ¦ θεου CT 2.4%Χριστοῦ. 11Γέγραπται γάρ,
Ζῶ ἐγώ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,
καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.
12Ἄρα #14:12 ουν ¦ --- SBLοὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει #14:12 τω θεω ¦ --- SBLτῷ Θεῷ.
13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι᾽ #14:14 αυτου ¦ εαυτου CT TRαὐτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15Εἰ #14:15 δε ¦ γαρ CTδὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. 16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· 17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ. 18Ὁ γὰρ ἐν #14:18 τουτοις ¦ τουτω CTτούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. 19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ #14:21 πιειν ¦ πειν WHπιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει #14:21 η σκανδαλιζεται η ασθενει 86.5% ¦ --- NA WH 2.2%ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. 22Σὺ #14:22 πιστιν ¦ πιστιν ην CTπίστιν ἔχεις; Κατὰ #14:22 σεαυτον ¦ σαυτον TRσεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστί.
24 # 14:24–26 {include verses 24–26} 94.6% ¦ {omit verses 24–26} CT TR 5.4% [Note: These verses appear at the end of chapter 16 in NA, TH, TR, and WH. SBL omits them completely.] Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, #14:26 ω ¦ --- SCR [Note: This variant appears in 16:27 in SCR.]ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in