1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:17-18
Text-Critical Greek New Testament
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ. Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις.
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:17-18
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:8
Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:8
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:19
Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:19
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:13
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:13
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:11-12
Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:11-12
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:1
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:1
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4
Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14:4
Home
Bible
Plans
Videos