YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13

13
1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ #13:1 υπο ¦ απο TRὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι #13:1 εξουσιαι ¦ --- CTἐξουσίαι ὑπὸ #13:1 του ¦ --- CTτοῦ Θεοῦ τεταγμέναι εἰσίν. 2Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα #13:2 ληψονται ¦ λημψονται CTλήψονται. 3Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος #13:3 των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, #13:4 εκδικος εις οργην ¦ εις οργην εκδικος ANTἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 5Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. 6Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7Ἀπόδοτε #13:7 ουν ¦ --- CTοὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.
8Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ #13:8 αγαπαν αλληλους ¦ αλληλους αγαπαν CTἀγαπᾷν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. 9Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ #13:9 κλεψεις ¦ κλεψεις ου ψευδομαρτυρησεις BYZ PCK TRκλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν #13:9 τουτω τω λογω ¦ τω λογω τουτω CTτούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς #13:9 σεαυτον ¦ εαυτον TRσεαυτόν. 10Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα #13:11 ημας ηδη ¦ ηδη υμας CTἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· #13:12 αποθωμεθα 98.2% ¦ αποβαλωμεθα SBL 0.7%ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, #13:12 και ενδυσωμεθα ¦ ενδυσωμεθα δε CTκαὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14#13:14 αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in