YouVersion Logo
Search Icon

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12

12
1Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν #12:1 οικτιρμων ¦ οικτειρμων THοἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, #12:1 ευαρεστον τω θεω ¦ τω θεω ευαρεστον WHεὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, 2καὶ μὴ #12:2 συσχηματιζεσθαι ¦ συσχηματιζεσθε BYZ HF NA PCK SBL TR ¦ συνσχηματιζεσθε TH WHσυσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ #12:2 μεταμορφουσθαι ¦ μεταμορφουσθε BYZ CT HF PCK TRμεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς #12:2 υμων ¦ --- CTὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. 4Καθάπερ γὰρ ἐν ἑνὶ σώματι #12:4 μελη πολλα ¦ πολλα μελη CTμέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· 5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, #12:5 ο ¦ το CTὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη. 6Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· 7εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· 8εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. 10Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· 11τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες· τῷ #12:11 κυριω ¦ καιρω STΚυρίῳ δουλεύοντες· 12τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες· 13ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.
14Εὐλογεῖτε τοὺς διώκοντας #12:14 υμας ¦ --- SBL WHὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. 15Χαίρειν μετὰ χαιρόντων, #12:15 και ¦ --- CTκαὶ κλαίειν μετὰ κλαιόντων. 16Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ #12:16 γινεσθε ¦ γεινεσθε THγίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς. 17Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. 19Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. 20#12:20 εαν ουν 86.9% ¦ αλλ εαν NA28 5% ¦ αλλα εαν NA27 SBL TH WH 1%Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in