1
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2
Text-Critical Greek New Testament
καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Compare
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2
2
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1
3
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:12
τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:12
4
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:21
Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:21
5
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:10
Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:10
6
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:9
Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:9
7
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:18
Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:18
8
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:19
Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:19
9
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:11
τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες· τῷ Κυρίῳ δουλεύοντες·
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:11
10
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:3
Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:3
11
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:17
Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:17
12
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:16
Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:16
13
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:20
Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:20
14
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:14-15
Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:14-15
15
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:13
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:13
16
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4-5
Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
Explore ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4-5
Home
Bible
Plans
Videos