YouVersion Logo
Search Icon

ΚΑΤΑ ΛΟΥΚΑΝ 2

2
1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2Αὕτη #2:2 η ¦ --- CTἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν #2:3 ιδιαν ¦ εαυτου CTἰδίαν πόλιν. 4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως #2:4 ναζαρετ ¦ ναζαρεθ NA SBL SCRΝαζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν #2:4 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς #2:4 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, 5ἀπογράψασθαι σὺν Μαριὰμ τῇ #2:5 μεμνηστευμενη αυτω γυναικι ¦ εμνηστευμενη αυτω CTμεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ #2:5 εγκυω ¦ ενκυω TH WHἐγκύῳ. 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. 7Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν #2:7 τη ¦ --- CTτῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9Καὶ #2:9 ιδου ¦ --- CTἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν. 10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει #2:11 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 12Καὶ τοῦτο ὑμῖν #2:12 το ¦ --- WHτὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, #2:12 κειμενον ¦ και κειμενον CTκείμενον ἐν #2:12 φατνη ¦ τη φατνη TRφάτνῃ. 13Καὶ #2:13 εξαιφνης ¦ εξεφνης WHἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
14Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη·
ἐν ἀνθρώποις #2:14 ευδοκια 98.8% ¦ ευδοκιας CT 0.4%εὐδοκία.
15Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, #2:15 και οι ανθρωποι 97% ¦ --- CT 1.2%καὶ οἱ ἄνθρωποι οἱ ποιμένες #2:15 ειπον ¦ ελαλουν CTεἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. 16Καὶ #2:16 ηλθον ¦ ηλθαν CTἦλθον σπεύσαντες, καὶ #2:16 ανευρον ¦ ανευραν NA SBL WHἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17Ἰδόντες δὲ #2:17 διεγνωρισαν ¦ εγνωρισαν CTδιεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19Ἡ δὲ #2:19 μαριαμ ¦ μαρια SBL TH WHΜαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, #2:19 συμβαλλουσα ¦ συνβαλλουσα WHσυμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20Καὶ #2:20 υπεστρεψαν ¦ επεστρεψαν TRὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21Καὶ ὅτε ἐπλήσθησαν #2:21 ημεραι ¦ αι ημεραι ANTἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν #2:21 αυτον ¦ το παιδιον ANT TRαὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ #2:21 συλληφθηναι ¦ συλλημφθηναι CTσυλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ #2:22 αυτων ¦ αυτης SCRαὐτῶν κατὰ τὸν νόμον #2:22 μωσεως ¦ μωυσεως ANT CTΜωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ— 23καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται— 24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν #2:24 νομω ¦ τω νομω CTνόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο #2:24 νεοσσους ¦ νοσσους CTνεοσσοὺς περιστερῶν.
25Καὶ ἰδού, #2:25 ην ανθρωπος ¦ ανθρωπος ην CTἦν ἄνθρωπος ἐν #2:25 ιερουσαλημ ¦ ιεροσολυμοις ANTἹερουσαλήμ, ᾧ ὄνομα #2:25 συμεων ¦ σιμεων SCRΣυμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα #2:25 ην αγιον ¦ αγιον ην TRἦν Ἅγιον ἐπ᾽ αὐτόν. 26Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν #2:26 η ¦ η αν NA SBL WH ¦ αν THἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28καὶ αὐτὸς ἐδέξατο #2:28 αυτο ¦ αυτον ANTαὐτὸ εἰς τὰς ἀγκάλας #2:28 αυτου ¦ --- CTαὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,
κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·
32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33Καὶ ἦν #2:33 ιωσηφ και η μητηρ αυτου 96.1% ¦ ο πατηρ αυτου και η μητηρ CT 0.5%Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34Καὶ εὐλόγησεν αὐτοὺς #2:34 συμεων ¦ σιμεων SCRΣυμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· 35καὶ σοῦ #2:35 δε ¦ --- WHδὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα #2:36 ετη μετα ανδρος ¦ μετα ανδρος ετη CTἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς #2:36 παρθενιας ¦ παρθενειας THπαρθενίας αὐτῆς, 37καὶ #2:37 αὕτη ¦ αὐτὴ ANT CT HF PCKαὕτη χήρα #2:37 ως ¦ εως CTὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο #2:37 απο ¦ --- CTἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. 38Καὶ #2:38 αυτη ¦ --- CTαὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ #2:38 κυριω ¦ θεω CTΚυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν #2:38 εν ¦ --- CTἐν Ἱερουσαλήμ.
39Καὶ ὡς ἐτέλεσαν #2:39 απαντα ¦ παντα CTἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, #2:39 υπεστρεψαν ¦ επεστρεψαν CTὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς #2:39 την ¦ --- CTτὴν πόλιν #2:39 ἑαυτῶν ¦ αὐτῶν TRἑαυτῶν #2:39 ναζαρετ ¦ ναζαρεθ NA SBL SCR THΝαζαρέτ. 40Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο #2:40 πνευματι ¦ --- CTπνεύματι, πληρούμενον #2:40 σοφιας ¦ σοφια CTσοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ #2:40 αυτο ¦ αυτω PCKαὐτό.
41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. 42Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, #2:42 αναβαντων ¦ αναβαινοντων CTἀναβάντων αὐτῶν #2:42 εις ιεροσολυμα ¦ --- CTεἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ #2:43 εγνω ιωσηφ και η μητηρ ¦ εγνωσαν οι γονεις CTἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ· 44νομίσαντες δὲ αὐτὸν #2:44 εν τη συνοδια ειναι ¦ ειναι εν τη συνοδια CTἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς #2:44 συγγενεσι ¦ συγγενευσι CTσυγγενέσι καὶ #2:44 εν ¦ --- CTἐν τοῖς γνωστοῖς· 45καὶ μὴ εὑρόντες #2:45 αυτον ¦ --- CTαὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, #2:45 ζητουντες ¦ αναζητουντες CTζητοῦντες αὐτόν. 46Καὶ ἐγένετο, #2:46 μεθ ¦ μετα CTμεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς. 47Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ #2:48 προς αυτον η μητηρ αυτου ειπε ¦ ειπε προς αυτον η μητηρ αυτου CTπρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου #2:48 καγω ¦ και εγω SBL WHκἀγὼ ὀδυνώμενοι #2:48 εζητουμεν ¦ ζητουμεν WHἐζητοῦμέν σε. 49Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς #2:51 ναζαρετ ¦ ναζαρεθ NA SBL SCR THΝαζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα #2:51 ταυτα ¦ --- NA TH WHταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52Καὶ Ἰησοῦς προέκοπτε #2:52 σοφια ¦ εν τη σοφια NA ¦ τη σοφια WHσοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in