ΚΑΤΑ ΛΟΥΚΑΝ 3
3
1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου #3:1 πιλατου ¦ πειλατου TH WHΠιλάτου τῆς Ἰουδαίας, καὶ #3:1 τετραρχουντος ¦ τετρααρχουντος NA SBL WHτετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ #3:1 τετραρχουντος ¦ τετρααρχουντος NA SBL WHτετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς #3:1 αβιληνης ¦ αβειληνης WHἈβιληνῆς #3:1 τετραρχουντος ¦ τετρααρχουντος NA SBL WHτετραρχοῦντος, 2#3:2 επι ¦ επ ANT TRἐπὶ #3:2 αρχιερεως ¦ αρχιερεων TRἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ #3:2 ιωαννην ¦ ιωανην WHἸωάννην τὸν #3:2 ζαχαριου ¦ του ζαχαριου TRΖαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3Καὶ ἦλθεν εἰς πᾶσαν #3:3 την ¦ --- SBL TH WHτὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, #3:4 λεγοντος ¦ --- CTλέγοντος,
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5Πᾶσα φάραγξ πληρωθήσεται,
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·
καὶ ἔσται τὰ σκολιὰ εἰς #3:5 ευθειαν ¦ ευθειας WHεὐθεῖαν,
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν #3:10 ποιησομεν ¦ ποιησωμεν CT HFποιήσομεν; 11Ἀποκριθεὶς δὲ #3:11 λεγει ¦ ελεγεν CTλέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12Ἦλθον δὲ καὶ τελῶναι #3:12 βαπτισθηναι ¦ βαπτισθηναι υπ αυτου PCKβαπτισθῆναι, καὶ #3:12 ειπον ¦ ειπαν NA SBL WHεἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί #3:12 ποιησομεν ¦ ποιησωμεν CT HFποιήσομεν; 13Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες, #3:14 και ημεις τι ποιησομεν ¦ και ημεις τι ποιησωμεν HF ¦ τι ποιησωμεν και ημεις CTΚαὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε #3:14 προς αυτους ¦ αυτοις CTπρὸς αὐτούς, Μηδένα #3:14 διασεισητε μηδε συκοφαντησητε ¦ συκοφαντησητε μηδε διασεισητε ANTδιασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ #3:15 ιωαννου ¦ ιωανου WHἸωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, 16ἀπεκρίνατο #3:16 ο ιωαννης απασι λεγων ¦ λεγων πασιν ο ιωαννης NA SBL TH ¦ λεγων πασιν ο ιωανης WHὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, #3:17 και διακαθαριει … συναξει ¦ διακαθαραι … συναγαγειν CTκαὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο #3:18 τον λαον ¦ τω λαω PCKτὸν λαόν· 19ὁ δὲ Ἡρῴδης ὁ #3:19 τετραρχης ¦ τετρααρχης NA SBL WHτετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς #3:19 του ¦ φιλιππου του TRτοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, #3:20 και ¦ --- TH WHκαὶ κατέκλεισε τὸν #3:20 ιωαννην ¦ ιωανην WHἸωάννην ἐν #3:20 τη ¦ --- CTτῇ φυλακῇ.
21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν, 22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει #3:22 ωσει ¦ ως CTὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, #3:22 λεγουσαν ¦ --- CTλέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ #3:22 ευδοκησα ¦ ηυδοκησα TRεὐδόκησα.
23Καὶ αὐτὸς ἦν #3:23 ο ¦ --- CTὁ Ἰησοῦς #3:23 ωσει ετων τριακοντα αρχομενος ¦ αρχομενος ωσει ετων τριακοντα CTὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν—#3:23 ως ενομιζετο υιος ¦ υιος ως ενομιζετο CTὡς ἐνομίζετο—υἱὸς Ἰωσήφ, τοῦ #3:23 ἡλι ¦ ἠλει PCK TH ¦ ἠλι NA SBL TR ¦ ἡλει WHἩλί, 24τοῦ #3:24 ματθατ ¦ ματθαν ANT PCK ¦ μαθθατ NA SBLΜατθάτ, τοῦ #3:24 λευι ¦ λευει TH WHΛευΐ, τοῦ #3:24 μελχι ¦ μελχει TH WHΜελχί, τοῦ #3:24 ιαννα ¦ ιωαννα ANT ¦ ιανναι CTἸαννά, τοῦ Ἰωσήφ, 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ #3:25 εσλι ¦ εσλιμ ANT ¦ εσλει TH WHἘσλί, τοῦ Ναγγαί, 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ #3:26 σεμει ¦ σεμεει BYZ HF ¦ σεμευ ANT ¦ σεμειν NA SBL ¦ σεμεειν TH WHΣεμεΐ, τοῦ #3:26 ιωσηφ ¦ ιωσηχ ANT CTἸωσήφ, τοῦ #3:26 ιουδα ¦ ιωδα ANT CTἸούδα, 27τοῦ #3:27 ιωαναν ¦ ιωαννα BYZ TR ¦ ιωανναν ANT PCKἸωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ #3:27 νηρι ¦ νηρει TH WHΝηρί, 28τοῦ #3:28 μελχι ¦ μελχει TH WHΜελχί, τοῦ #3:28 αδδι ¦ αδδει TH WHἈδδί, τοῦ Κωσάμ, τοῦ #3:28 ελμωδαμ ¦ ελμαδαμ CTἘλμωδάμ, τοῦ Ἤρ, 29τοῦ #3:29 ιωση ¦ ιησου CTἸωσή, τοῦ Ἐλιέζερ, τοῦ #3:29 ιωρειμ ¦ ιωριμ NA SBLἸωρείμ, τοῦ #3:29 ματθατ ¦ μαθθατ CTΜατθάτ, τοῦ #3:29 λευι ¦ λευει TH WHΛευΐ, 30τοῦ #3:30 συμεων ¦ σιμεων SCRΣυμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ #3:30 ιωναν ¦ ιωναμ CT PCK ¦ ιωνα ANTἸωνάν, τοῦ #3:30 ελιακειμ ¦ ελιακιμ NA SBLἘλιακείμ, 31τοῦ Μελεᾶ, τοῦ #3:31 μαιναν ¦ μεναμ SCR ¦ μεννα CTΜαϊνάν, τοῦ Ματταθά, τοῦ #3:31 ναθαν ¦ ναθαμ CTΝαθάν, τοῦ #3:31 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, 32τοῦ Ἰεσσαί, τοῦ #3:32 ωβηδ ¦ ιωβηδ NA TH ¦ ιωβηλ SBL WHὨβήδ, τοῦ #3:32 βοοζ ¦ βοος CTΒοόζ, τοῦ #3:32 σαλμων ¦ σαλα CTΣαλμών, τοῦ Ναασσών, 33τοῦ #3:33 αμιναδαβ ¦ αμιναδαβ του αδμιν NA SBL ¦ αμιναδαβ του αδμειν TH ¦ αδμειν WHἈμιναδάβ, τοῦ #3:33 αραμ ¦ αραμ του ιωραμ ANT BYZ HF PCK ¦ αρνι NA SBL ¦ αρνει TH WHἈράμ, τοῦ #3:33 εσρωμ ¦ εσρων WHἙσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ #3:34 θαρα ¦ θαρρα BYZ HF PCKΘάρα, τοῦ Ναχώρ, 35τοῦ #3:35 σερουχ ¦ σαρουχ TRΣερούχ, τοῦ #3:35 ραγαυ ¦ ραγαβ PCKῬαγαῦ, τοῦ #3:35 φαλεγ ¦ φαλεκ ANT BYZ CT PCK TRΦάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά, 36τοῦ #3:36 καιναν ¦ καιναμ CTΚαϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ #3:37 ιαρεδ ¦ ιαρετ CTἸαρέδ, τοῦ Μαλελεήλ, τοῦ #3:37 καιναν ¦ καιναμ NA SBL WHΚαϊνάν, 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.
Currently Selected:
ΚΑΤΑ ΛΟΥΚΑΝ 3: TCGNT
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain