ΚΑΤΑ ΛΟΥΚΑΝ 1
1
1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου #1:5 του ¦ --- CTτοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ #1:5 η γυνη αυτου ¦ γυνη αυτω CTἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς #1:5 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ. 6Ἦσαν δὲ δίκαιοι ἀμφότεροι #1:6 ενωπιον ¦ εναντιον CTἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. 7Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι #1:7 η ελισαβετ ην ¦ ην η ελισαβετ NA SBL TH ¦ ην η ελεισαβετ WHἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9κατὰ τὸ ἔθος τῆς #1:9 ιερατειας ¦ ιερατιας WHἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. 10Καὶ πᾶν τὸ πλῆθος #1:10 ην του λαου ¦ του λαου ην PCK TRἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου #1:13 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ #1:13 ιωαννην ¦ ιωανην WHἸωάννην. 14Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ #1:14 γεννησει ¦ γενεσει CTγεννήσει αὐτοῦ χαρήσονται. 15Ἔσται γὰρ μέγας ἐνώπιον #1:15 του ¦ --- BYZ TH WHτοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει #1:17 ηλιου ¦ ηλεια TH WHἨλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. 18Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν· καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν #1:21 αυτον εν τω ναω ¦ εν τω ναω αυτον CTαὐτὸν ἐν τῷ ναῷ. 22Ἐξελθὼν δὲ οὐκ #1:22 ηδυνατο ¦ εδυνατο CTἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. 23Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν #1:24 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25ὅτι Οὕτω μοι πεποίηκεν #1:25 ο ¦ --- CTὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν #1:25 το ¦ --- CTτὸ ὄνειδός μου ἐν ἀνθρώποις.
26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ #1:26 υπο ¦ απο CTὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα #1:26 ναζαρετ ¦ ναζαρεθ NA SBL SCRΝαζαρέτ, 27πρὸς παρθένον #1:27 μεμνηστευμενην ¦ εμνηστευμενην CTμεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου #1:27 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28Καὶ εἰσελθὼν #1:28 ο αγγελος ¦ --- CTὁ ἄγγελος πρὸς αὐτὴν εἶπε, Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ, #1:28 ευλογημενη συ εν γυναιξιν ¦ --- CTεὐλογημένη σὺ ἐν γυναιξίν. 29Ἡ δὲ #1:29 ιδουσα ¦ --- CTἰδοῦσα #1:29 διεταραχθη επι τω λογω αυτου ¦ επι τω λογω διεταραχθη CTδιεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31Καὶ ἰδού, #1:31 συλληψη ¦ συλλημψη CTσυλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32Οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον #1:32 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς #1:34 εσται ¦ εσται μοι ANTἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ #1:34 γινωσκω ¦ γεινωσκω THγινώσκω; 35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ #1:35 γεννωμενον ¦ γεννωμενον εκ σου SCRγεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. 36Καὶ ἰδού, #1:36 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ ἡ #1:36 συγγενης ¦ συγγενις CTσυγγενής σου, καὶ αὐτὴ #1:36 συνειληφυια ¦ συνειληφεν CTσυνειληφυῖα υἱὸν ἐν #1:36 γηρει ¦ γηρα TRγήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. 37Ὅτι οὐκ ἀδυνατήσει παρὰ #1:37 τω θεω ¦ του θεου CTτῷ Θεῷ πᾶν ῥῆμα. 38Εἶπε δὲ Μαριάμ, Ἰδού, ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν #1:39 ορεινην ¦ ορινην WHὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, 40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν #1:40 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ. 41Καὶ ἐγένετο ὡς ἤκουσεν #1:41 η ελισαβετ τον ασπασμον της μαριας ¦ τον ασπασμον της μαριας η ελισαβετ NA SBL TH ¦ τον ασπασμον της μαριας η ελεισαβετ WHἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ #1:41 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ, 42καὶ ἀνεφώνησε #1:42 φωνη ¦ κραυγη CTφωνῇ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός #1:43 με ¦ εμε CTμε; 44Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε #1:44 το βρεφος εν αγαλλιασει ¦ εν αγαλλιασει το βρεφος CT TRτὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
46Καὶ εἶπε Μαριάμ,
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
47καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
48Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
49Ὅτι ἐποίησέ μοι #1:49 μεγαλεια ¦ μεγαλα CTμεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
50Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς #1:50 γενεων ¦ και γενεας CTγενεῶν
τοῖς φοβουμένοις αὐτόν.
51Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ·
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
52Καθεῖλε δυνάστας ἀπὸ θρόνων,
καὶ ὕψωσε ταπεινούς.
53Πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
55καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ #1:55 εις τον αιωνα ¦ εως αιωνος PCKεἰς τὸν αἰῶνα.
56Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ #1:56 ωσει ¦ ως CTὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57Τῇ δὲ #1:57 ελισαβετ ¦ ελεισαβετ WHἘλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59Καὶ ἐγένετο ἐν τῇ #1:59 ογδοη ημερα ¦ ημερα τη ογδοη CTὀγδόῃ ἡμέρᾳ, #1:59 ηλθον ¦ ηλθαν WHἦλθον περιτεμεῖν τὸ παιδίον· καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται #1:60 ιωαννης ¦ ιωανης WHἸωάννης. 61Καὶ #1:61 ειπον ¦ ειπαν CTεἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν #1:61 εν τη συγγενεια ¦ εκ της συγγενειας CTἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι #1:62 αυτον ¦ αυτο CTαὐτόν. 63Καὶ αἰτήσας πινακίδιον ἔγραψε, λέγων, #1:63 ιωαννης ¦ ιωανης WHἸωάννης #1:63 εστι ¦ εσται PCKἐστὶ #1:63 το ¦ --- NA SBL WHτὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. 64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ #1:65 ορεινη ¦ ορινη WHὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; #1:66 και ¦ και γαρ CTΚαὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.
67Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου, καὶ #1:67 προεφητευσε ¦ επροφητευσε CTπροεφήτευσε, λέγων,
68Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν
ἐν #1:69 τω ¦ --- CTτῷ οἴκῳ #1:69 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ #1:69 του ¦ --- CTτοῦ παιδὸς αὐτοῦ—
70καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων #1:70 των ¦ --- CTτῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ—
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν,
καὶ ἐκ χειρὸς πάντων τῶν #1:71 μισουντων ¦ μεισουντων THμισούντων ἡμᾶς·
72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
τοῦ δοῦναι ἡμῖν, 74ἀφόβως, ἐκ χειρὸς #1:74 των εχθρων ημων ¦ εχθρων CTτῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας,
λατρεύειν αὐτῷ 75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ #1:75 πασας τας ημερας της ζωης ¦ πασαις ταις ημεραις CTπάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76Καὶ #1:76 συ ¦ συ δε CTσύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ #1:76 προ προσωπου ¦ ενωπιον CTπρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ·
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,
ἐν οἷς #1:78 επεσκεψατο ¦ επισκεψεται CTἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Currently Selected:
ΚΑΤΑ ΛΟΥΚΑΝ 1: TCGNT
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain