ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26
26
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς#ιησους f35 [25%] ¦ 1 παντας ℵA,B,D,W [75%] RP,HF,OC,CP,TR,NU τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, 2«Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.»
The Sanhedrin conspires—04/03/30
3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς#και οι γραμματεις f35 (W) [95%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D [5%] NU καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, 4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν#δολω κρατησωσιν rell ¦ ∼ 21 [5%] TR καὶ ἀποκτείνωσιν. 5Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.»
Someone anoints Jesus’ head
6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα#αλαβαστρον μυρου εχουσα f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,D [2%] NU βαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν#την κεφαλην f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB,D [5%] NU αὐτοῦ ἀνακειμένου. 8Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ#αυτου f35 A,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- 𝕻45vℵB,D [1.5%] NU ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη; 9Ἠδύνατο#ηδυνατο f35 A,D [96%] RP,HF,OC,CP,TR ¦ εδυνατο 𝕻45vℵB,W [4%] NU γὰρ τοῦτο τὸ μύρον#το μυρον f35 [93%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D,W [7%] NU πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς#τοις f35 A,D,W [40%] OC,CP ¦ --- ℵB [60%] RP,HF,TR,NU (OC is in small print) πτωχοῖς.» 10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο#ειργασατο f35 A [98.5%] RP,HF,OC,CP,TR ¦ ηργασατο ℵB,D,W [1.5%] NU εἰς ἐμέ. 11Πάντοτε γὰρ τοὺς πτωχοὺς#παντοτε γαρ τους πτωχους f35 ℵA,B,D,W [40%] RP,CP,TR,NU ¦ ∼ 3421 [60%] HF,OC ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»
Judas offers to betray Jesus
14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν, 15«Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼ#και εγω f35 ℵD,W [40%] OC,CP ¦ καγω A,B [60%] RP,HF,TR,NU ὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
The last night—begins Thursday evening, 04/04/30, and ends the next morning
17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,#αυτω f35 A [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D(W) [10%] NU «Ποῦ θέλεις ἑτοιμάσομέν#ετοιμασομεν f35 D [85%] RP,HF ¦ ετοιμασωμεν ℵA,B,W [15%] OC,CP,TR,NU σοι φαγεῖν τὸ Πάσχα;» 18Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › » 19Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
The traitor identified
20Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. 21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» 22Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν,#εκαστος αυτων f35 𝕻37vA,W [97%] RP,HF,OC,CP,TR ¦ εις 12 𝕻45vD [2%] ¦ εις 1 ℵB,C [1%] NU ¦ one other variant «Μήτι ἐγώ εἰμι, Κύριε;» 23Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,#μετ εμου εν τω τρυβλιω την χειρα f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 6712345 𝕻37,45v(D) [0.5%] ¦ ∼ 1267345 ℵA,B [1.5%] NU οὗτός με παραδώσει. 24Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» 25Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.»
Jesus institutes the Lord’s Supper
26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν#τον f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [3%] NU ἄρτον καὶ εὐλογήσας,#ευλογησας f35 𝕻45ℵB,C,D [30%] CP,TR,NU ¦ ευχαριστησας A,W [70%] RP,HF,OC ἔκλασεν καὶ ἐδίδου#εδιδου f35 ℵA,C,W [97%] RP,HF,OC,CP,TR ¦ δους 𝕻37B,D [3%] NU τοῖς μαθηταῖς καὶ#και f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37ℵB,D [3%] NU εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.» 27Καὶ λαβὼν τὸ#το f35 A,C,D [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [4%] NU ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· 28τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς#το της καινης f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 2 𝕻37ℵB [1%] NU ¦ 23 D διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον#εκχυνομενον f35 𝕻37W [90%] RP,HF,OC,CP,TR ¦ εκχυννομενον ℵA,B,C,D [10%] NU εἰς ἄφεσιν ἁμαρτιῶν. 29Λέγω δὲ ὑμῖν ὅτι#οτι f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [3%] NU οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος#γενηματος f35 ℵA,B,C,D [30%] OC,NU ¦ γεννηματος f35pt 𝕻37W [70%] RP,HF,CP,TR τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» 30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
Jesus predicts Peter’s denials
31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται#διασκορπισθησεται f35 𝕻37D,W [90%] RP,HF,CP,TR ¦ διασκορπισθησονται 𝕻53ℵA,B,C [10%] OC,NU ¦ one other variant τὰ πρόβατα τῆς ποίμνης.› 32Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» 33Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ#ει και f35 W [30%] CP,TR ¦ 1 𝕻37,53A,B,C,D [70%] RP,HF,OC,NU ¦ --- ℵ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ#εγω f35 𝕻37,53ℵA,B,C,D,W [40%] CP,TR,NU ¦ 1 δε [60%] RP,HF,OC οὐδέποτε σκανδαλισθήσομαι.» 34Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» 35Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.»#απαρνησωμαι f35 A [85%] RP,HF,CP ¦ απαρνησομαι 𝕻37ℵB,C,D,W [15%] OC,TR,NU Ὁμοίως δὲ#δε f35 A,W [95%] RP,HF,OC,CP ¦ --- ℵB,C,D [5%] TR,NU καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Gethsemane—Jesus almost dies!
36Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ,#γεθσημανη f35 [85%] RP,HF,OC,CP,TR ¦ γεθσημανει 𝕻37A,B,C [5%] ¦ γεθσημανι ℵ [5%] NU ¦ γεθσαμανει D ¦ γεδσημανι W ¦ at least eight further spellings [5%] καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗ#ου f35 B [94%] RP,HF,OC,CP,TR[NU] ¦ αν D,W [5%] ¦ 1 αν 𝕻53A ¦ --- ℵC [1%] ἀπελθὼν προσεύξωμαι ἐκεῖ.»#προσευξωμαι εκει f35 A,C,W [86%] RP,HF,OC,CP,TR ¦ προσευξομαι 2 [10%] ¦ ∼ 21 𝕻37,53vℵB(D) [4%] NU 37Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·#ο ιησους f35 [90%] RP,HF,OC ¦ --- 𝕻37,53ℵA,B,C,D,W [10%] CP,TR,NU «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.» 39Καὶ προελθὼν#προελθων f35 𝕻37B [35%] OC,CP,TR,NU ¦ προσελθων 𝕻53ℵA,C,D,W [65%] RP,HF μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω#παρελθετω f35 𝕻53B,W [98%] RP,HF,OC,CP,TR ¦ παρελθατω ℵA,C,D [2%] NU ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ#ουχ rell ¦ ουκ CP ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.» 40Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; 41Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» 42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον#το ποτηριον f35 (D) [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37ℵA,B,C,W [3%] NU παρελθεῖν ἀπ᾿ ἐμοῦ#απ εμου f35 A,C,W [98%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37vℵB,D [2%] NU ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.» 43Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλιν#ευρεν αυτους παλιν f35 A,W [30%] ¦ ευρισκει 23 [66%] RP,HF,OC,CP,TR ¦ ∼ 312 𝕻37ℵB,C,D [4%] NU καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο#απελθων παλιν προσηυξατο f35 [94%] RP,HF,OC,CP,TR ¦ ∼ 213 ℵB,C,D [2%] NU ¦ ∼ 132 A,W [3%] ¦ 13 𝕻37v [1%] ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.#ειπων f35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 παλιν 𝕻37ℵB [0.5%] NU 45Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ#αυτου f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37vℵA,B,C [10%] NU καὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸ#το f35 𝕻37ℵA,D [98.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- B,C,W [1.5%] λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46Ἐγείρεσθε, ἄγωμεν· ἰδού,#ιδου f35 [20%] ¦ 1 ηγγικεν ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU ὁ παραδιδούς με.»
Jesus is betrayed
47Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48(Ὁ δὲ παραδιδοὺς#παραδιδους rell ¦ παραδους CP αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰν#εαν f35 𝕻37ℵA,W [40%] ¦ αν B,C,D [60%] RP,HF,OC,CP,TR,NU φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.») 49Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν. 50Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ#ω f35 [90%] RP,HF,OC,CP,TR ¦ ο 𝕻37ℵA,B,C,D,W [10%] NU πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιραν#σου την μαχαιραν f35 A,C,W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [2%] NU ¦ 23 [3%] εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ#μαχαιρα f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαχαιρη 𝕻37ℵA,B,C [1.5%] NU ἀποθανοῦνται.#αποθανουνται f35 W [90%] RP,HF,OC,CP ¦ απολουνται 𝕻37ℵA,B,C,D [10%] TR,NU 53Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι#αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι f35 A,C,D,W [97%] RP,HF,OC,CP,TR ¦ 12345678 ωδε [1%] ¦ ∼ 23456781 B [0.5%] NU ¦ ∼ 2345678 ωδε 1 ℵ ¦ 2345678 [1%] ¦ two other variants πλείους#πλειους f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ πλειω ℵB,D [0.5%] NU ἢ#η f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU δώδεκα λεγεῶνας#λεγεωνας f35 W [96%] RP,HF,OC,CP,TR ¦ λεγιωνας B,NU ¦ λεγιωνων ℵ ¦ λεγεωνων C [3%] ¦ λεγεονων A ¦ λεγειονης D ἀγγέλων; 54Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;» 55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε#εξηλθετε f35 [96%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵA,B,C,W [4%] NU ¦ ηλθατε D μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων,#προς υμας εκαθεζομην εν τω ιερω διδασκων f35 C(D) [30%] ¦ ∼ 1237456 W [69%] RP,HF,OC,CP,TR ¦ ∼ 3127456 A ¦ ∼ 45637 ℵB [0.5%] NU ¦ one other variant καὶ οὐκ ἐκρατήσατέ με. 56Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
Jesus tried by the Council
59Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι,#και οι πρεσβυτεροι f35 A,C,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,#θανατωσωσιν αυτον f35 [90%] RP,HF,OC,CP ¦ θανατωσουσιν 2 A,W [5%] ¦ ∼ 21 ℵB [3%] TR,NU ¦ ∼ 2 θανατωσουσιν C,D,N [2%] 60καὶ οὐχ εὗρον. Καὶ#και f35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,N [1%] NU πολλῶν ψευδομαρτύρων προσελθόντων,#ψευδομαρτυρων προσελθοντων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵA,B [1%] NU ¦ προσηλθον ψευδομαρτυρες D οὐχ εὗρον.#ουχ ευρον f35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,N [1%] NU Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες#ψευδομαρτυρες f35 (A)C,D [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU ¦ τινες 1 N,W [1%] 61εἶπον,#ειπον rell ¦ ειπαν ℵ [0.3%] NU (also in verse 66) «Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »#οικοδομησαι αυτον f35 A,D,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵC [0.5%] ¦ 1 B [1%] NU 62Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;» 63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς#αποκριθεις f35 A,C,N,W [97%] RP,HF,OC,CP,TR ¦ --- B [3%] NU ¦ 1 ουν D ¦ one other variant ¦ ℵ has a long omission ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ#του rell ¦ --- CP Θεοῦ.» 64Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» 65Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι#λεγων οτι f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 B,D [1%] NU ¦ και λεγει ιδε ℵ «Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.#αυτου f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU 66Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.» 67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν#ερραπισαν f35 [95%] RP,HF,OC,CP,TR ¦ εραπισαν ℵA,B,C(D)(W) [5%] NU 68λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;»
Peter denies Jesus
69Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο#εξω εκαθητο f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,D [2.5%] NU ¦ ∼ 2 εξωθεν [0.5%] ἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.» 70Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν#αυτων f35 A,C,W [90%] RP,HF,OC,CP ¦ --- ℵB,D [10%] TR,NU πάντων#παντων rell ¦ απαντων CP ¦ --- [2%] λέγων, «Οὐκ οἶδα τί λέγεις.» 71Ἐξελθόντα δὲ αὐτὸν#αυτον f35 A,C,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1.5%] NU ¦ αυτου D εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς#αυτοις f35 A,C [90%] RP,HF,OC,CP ¦ τοις ℵB,D,W [10%] TR,NU ἐκεῖ, «Καὶ#και f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.» 72Καὶ πάλιν ἠρνήσατο, μεθ᾿#μεθ f35 D [97%] RP,HF,OC,CP,TR ¦ μετα ℵA,B,C,W [3%] NU ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» 73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.» 74Τότε ἤρξατο καταθεματίζειν#καταθεματιζειν rell ¦ καταναθεματιζειν [5%] TR καὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 75Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος#ρηματος f35 ℵA,B,C,D [35%] OC,CP,NU ¦ 1 του W [65%] RP,HF,TR Ἰησοῦ εἰρηκότος αὐτῷ#αυτω f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU ὅτι «Πρὶν ἀλέκτορα#αλεκτορα rell ¦ αλεκτωρα [2%] CP ¦ αλεκτωρ [0.5%] ¦ αλεκτοροφονιας [0.5%] φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
Айни замон обунашуда:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26: F35
Лаҳзаҳои махсус
Паҳн кунед
Нусха
Want to have your highlights saved across all your devices? Sign up or sign in