ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27

27
Crucifixion Day—Friday, 04/05/30
1Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι#πρεσβυτεροι f35 [20%] ¦ 1 του λαου ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν.#ωστε θανατωσαι αυτον rell ¦ ∼ οπως 3 θανατωσωσιν CP 2Καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν#αυτον f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [5%] NU Ποντίῳ#ποντιω f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU Πιλάτῳ τῷ ἡγεμόνι.
The end of Judas—parenthetical
3(Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν#απεστρεψεν f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ εστρεψεν ℵB [0.5%] NU τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ τοῖς#τοις f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [2%] NU πρεσβυτέροις 4λέγων, «Ἥμαρτον, παραδοὺς αἷμα ἀθῷον.» Οἱ δὲ εἶπον·#ειπον rell ¦ ειπαν [0.5%] NU (also in verse 6 & 21) «Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.»#οψει f35 [90%] RP,HF,OC,CP,TR ¦ οψη ℵA,B,C,W [10%] NU 5Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ#εν τω ναω f35 A,C,W (98.3%) RP,HF,OC,CP,TR ¦ εις τον ναον ℵB (1.3%) NU ¦ --- (0.2%) ¦ two other variants ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. 6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, «Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.» 7Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. 8Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου,#τετιμημενου rell ¦ τετιμημημενου OC ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι Κύριος.»)
Jesus before Pilate
11Ὁ δὲ Ἰησοῦς ἔστη#εστη f35 A,W [99%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C [1%] NU ἔμπροσθεν τοῦ ἡγεμόνος. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ,#αυτω f35 A,B,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵ [1%] NU «Σὺ λέγεις.» 12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ#και f35 ℵB [30%] NU ¦ 1 των A,W [70%] RP,HF,OC,CP,TR πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. 13Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος, «Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;» 14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ, πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
“We want Barabbas!”
15Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ#ενα τω οχλω rell ¦ ∼ 231 [5%] CP δέσμιον, ὃν ἤθελον. 16Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον#λεγομενον f35 ℵA,B,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 ιησουν [0.5%] [NU] [This one is really pitiful.] Βαραββᾶν. 17Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, «Τίνα θέλετε ἀπολύσω ὑμῖν,#υμιν f35 ℵA,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τον B ¦ 1 ιησουν τον [0.5%] [NU] Βαραββᾶν#βαραββαν rell ¦ βαραβαν CP ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» 18ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, «Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.»
20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, «Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;» Οἱ δὲ εἶπον,#ειπον f35 A,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τον ℵB [2%] NU «Βαραββᾶν.» 22Λέγει#λεγει rell ¦ 1 ουν CP αὐτοῖς ὁ Πιλᾶτος, «Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» Λέγουσιν αὐτῷ#αυτω f35 [92%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D,W [8%] NU πάντες, «Σταυρωθήτω.» 23Ὁ δὲ ἡγεμὼν#ηγεμων f35 A(D)W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU ἔφη, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, «Σταυρωθήτω.» 24Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· «Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου.#του δικαιου τουτου f35 ℵW [99%] RP,HF,OC,CP,TR ¦ ∼ 312 A [0.5%] ¦ 3 B,D [0.5%] NU Ὑμεῖς ὄψεσθε.» 25Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, «Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» 26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
Soldiers make fun of Jesus
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν. 28Καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.#περιεθηκαν αυτω χλαμυδα κοκκινην f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 3412 ℵB(D) [1%] NU 29Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν#την κεφαλην f35 A,D,N,W [99%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB [1%] NU ¦ one other variant αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν#επι την δεξιαν f35 W [95%] RP,HF,OC,CP,TR ¦ εν τη δεξια ℵA,B,D,N [5%] NU αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον#ενεπαιζον f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ενεπαιξαν ℵB,D [1%] NU αὐτῷ λέγοντες, «Χαῖρε, ὁ Βασιλεὺς#ο βασιλευς f35 ℵA,N,W [97%] RP,HF,OC,CP,TR ¦ βασιλευ B,D [3%] NU τῶν Ἰουδαίων.» 30Καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ· καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
The Crucifixion
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ#ο f35 ℵB,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ ος A [5%] TR ἐστιν λεγόμενον Κρανίου Τόπος,#λεγομενον κρανιου τοπος f35 N,W [30%] ¦ λεγομενος 23 A [67%] RP,HF,OC,CP,TR ¦ ∼ 23 λεγομενος ℵB [2%] NU ¦ 23 D [1%] 34ἔδωκαν αὐτῷ πιεῖν ὄξος#οξος f35 A,N,W [96%] RP,HF,OC,CP,TR ¦ οινον ℵB,D [4%] NU μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελεν#ηθελεν f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ ηθελησεν ℵB,D [3%] NU πιεῖν. 35Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες#βαλοντες f35 ℵA,D [25%] OC,CP ¦ βαλλοντες f35pt B,W [75%] RP,HF,TR,NU κλῆρον.#κληρον rell ¦ 1 ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον [5%] TR 36Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ,#θεου f35 B,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 και ℵA,D [0.5%] [NU] κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» 41Ὁμοίως δὲ καὶ#δε και f35 D [95%] RP,HF,OC,CP,TR ¦ 2 B [3%] NU ¦ --- ℵA,W [2%] οἱ ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων,#και φαρισαιων f35 (D)(W) [90%] RP,HF,OC,CP ¦ --- (ℵ)A,B [10%] TR,NU ἔλεγον· 42«Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ#ει f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν#πιστευσομεν rell ¦ πιστευσωμεν ℵW [10%] OC ¦ πιστευομεν A [0.5%] ἐπ᾿ αὐτῷ.#επ αυτω f35 W [90%] RP,HF,OC,CP ¦ 2 A,D [8%] TR ¦ 1 αυτον ℵB [1.5%] NU ¦ εις αυτον [0.5%] 43Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν,#αυτον f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι ‹Θεοῦ εἰμι Υἱός.› » 44Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ#αυτω f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ συν 1 ℵB,D [0.5%] NU ὠνείδιζον αὐτόν.#αυτον rell ¦ αυτω [5%] TR
Jesus takes the ‘wages’ for our sin
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.#ενατης rell ¦ εννατης [10%] TR (twice) 46Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, «Ἠλί, Ἠλί, λιμὰ#λιμὰ f35 A [90%] RP,HF [λιμά CP, λιμᾶ OC] ¦ λειμα [8%] ¦ λεμα ℵB [0.5%] NU ¦ λαμα D [1.5%] TR ¦ μα W σαβαχθανί;» τοῦτ᾿ ἔστιν, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» 47Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων#εστωτων f35 A,D [99%] RP,HF,OC,CP,TR ¦ εστηκοτων ℵB,C(W) [1%] NU ἀκούσαντες ἔλεγον ὅτι «Ἠλίαν φωνεῖ οὗτος.» 48Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν· 49οἱ δὲ λοιποὶ ἔλεγον, «Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.»
The shout of victory
50Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω,#εις δυο απο ανωθεν εως κατω f35 A(D)W [98%] RP,HF,OC,CP,TR ¦ 12456 ℵ [1%] ¦ ∼ απ 45612 B,C [1%] NU καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν. (Καὶ πολλὰ σώματα, τῶν κεκοιμημένων ἁγίων, ἠγέρθη·#ηγερθη f35 A,C,W [96%] RP,HF,OC,CP,TR ¦ ηγερθησαν ℵB,D [4%] NU 53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.) 54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»
55Ἦσαν δὲ ἐκεῖ καὶ#εκει και f35 [35%] OC ¦ κακει ℵ ¦ 1 A,B,C,W [65%] RP,HF,CP,TR,NU ¦ 2 D ¦ two other variants γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· 56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ#ιωση μητηρ και η μητηρ f35 A,B,C [99.5%] RP,HF,OC,CP,TR ¦ ιωσηφ 2345 D,W [0.5%] NU ¦ η μαρια η ιωσηφ και η μαρια η ℵ τῶν υἱῶν Ζεβεδαίου.
The burial
57Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσεν#εμαθητευσεν f35 A,B,W [98%] RP,HF,OC,CP,TR ¦ εμαθητευθη ℵC,D [1.5%] NU ¦ two other variants τῷ Ἰησοῦ. 58Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.#το σωμα f35 A,C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1.5%] NU 59Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ#αυτο f35 ℵA,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 εν B,D [1%] NU σινδόνι καθαρᾷ 60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ. Καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61Ἦν δὲ ἐκεῖ Μαρία#μαρια f35 A,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαριαμ ℵB,C [1.5%] NU ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
The tomb is guarded
62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63λέγοντες· «Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν, ἔτι ζῶν, ‹Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.› 64Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν#νυκτος κλεψωσιν αυτον f35 [87%] RP,HF,OC,CP,TR ¦ ∼ 231 [3%] ¦ 23 (ℵ)A,B,C,D,W [10%] NU καὶ εἴπωσιν τῷ λαῷ ὅτι,#οτι f35 [25%] ¦ --- ℵA,B,C,D,W [75%] RP,HF,OC,CP,TR,NU ‹Ἠγέρθη ἀπὸ τῶν νεκρῶν,› καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.» 65Ἔφη δὲ#δε f35 ℵA,C,D,W [65%] RP,HF,CP,TR ¦ --- B [35%] OC,NU αὐτοῖς ὁ Πιλᾶτος, «Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.» 66Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.

Айни замон обунашуда:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27: F35

Лаҳзаҳои махсус

Паҳн кунед

Нусха

None

Want to have your highlights saved across all your devices? Sign up or sign in