1
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
Text-Critical Greek New Testament
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Compare
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15ਪੜਚੋਲ ਕਰੋ
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14ਪੜਚੋਲ ਕਰੋ
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13ਪੜਚੋਲ ਕਰੋ
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
Εἶπε δὲ αὐτοῖς, Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25ਪੜਚੋਲ ਕਰੋ
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12ਪੜਚੋਲ ਕਰੋ
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17ਪੜਚੋਲ ਕਰੋ
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48ਪੜਚੋਲ ਕਰੋ
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ