1
ΓΕΝΕΣΙΣ 15:6
μετάφραση των εβδομήκοντα
GRCBRENT
Καὶ ἐπίστευσεν Ἅβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
താരതമ്യം
ΓΕΝΕΣΙΣ 15:6 പര്യവേക്ഷണം ചെയ്യുക
2
ΓΕΝΕΣΙΣ 15:1
Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
ΓΕΝΕΣΙΣ 15:1 പര്യവേക്ഷണം ചെയ്യുക
3
ΓΕΝΕΣΙΣ 15:5
Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ, ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· καὶ εἶπεν, οὕτως ἔσται τὸ σπέρμα σου.
ΓΕΝΕΣΙΣ 15:5 പര്യവേക്ഷണം ചെയ്യുക
4
ΓΕΝΕΣΙΣ 15:4
Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα, οὐ κληρονομήσει σε οὗτος· ἀλλʼ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
ΓΕΝΕΣΙΣ 15:4 പര്യവേക്ഷണം ചെയ്യുക
5
ΓΕΝΕΣΙΣ 15:13
Καὶ ἐῤῥέθη πρὸς Ἅβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς, καὶ ταπεινώσουσιν αὐτοὺς, τετρακόσια ἔτη.
ΓΕΝΕΣΙΣ 15:13 പര്യവേക്ഷണം ചെയ്യുക
6
ΓΕΝΕΣΙΣ 15:2
Δέγει δὲ Ἅβραμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
ΓΕΝΕΣΙΣ 15:2 പര്യവേക്ഷണം ചെയ്യുക
7
ΓΕΝΕΣΙΣ 15:18
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·
ΓΕΝΕΣΙΣ 15:18 പര്യവേക്ഷണം ചെയ്യുക
8
ΓΕΝΕΣΙΣ 15:16
Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.
ΓΕΝΕΣΙΣ 15:16 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ