1
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19
Scrivener’s Textus Receptus 1894
καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
താരതമ്യം
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19 പര്യവേക്ഷണം ചെയ്യുക
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπί σε, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 പര്യവേക്ഷണം ചെയ്യുക
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16 പര്യവേക്ഷണം ചെയ്യുക
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3
προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 പര്യവേക്ഷണം ചെയ്യുക
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 പര്യവേക്ഷണം ചെയ്യുക
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6
εἶπε δὲ ὁ Κύριος, Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6 പര്യവേക്ഷണം ചെയ്യുക
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτὴν ζωογονήσει αὐτήν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 പര്യവേക്ഷണം ചെയ്യുക
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2
Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2 പര്യവേക്ഷണം ചെയ്യുക
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ