ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4

4
1Τί οὖν ἐροῦμεν #4:1 αβρααμ τον πατερα ημων ευρηκεναι ¦ ευρηκεναι αβρααμ τον προπατορα ημων NA SBL TH ¦ αβρααμ τον προπατορα ημων WHἈβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; 2Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾽ οὐ πρὸς #4:2 τον ¦ --- CTτὸν Θεόν. 3Τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 4Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ #4:4 οφειλημα ¦ το οφειλημα TRὀφείλημα. 5Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. 6Καθάπερ καὶ #4:6 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
7Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
8Μακάριος ἀνὴρ #4:8 ω ¦ ου CTᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
9Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ #4:9 οτι ¦ --- CTὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ᾽ ἐν ἀκροβυστίᾳ· 11καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι #4:11 και ¦ --- SBL TH WHκαὶ αὐτοῖς τὴν δικαιοσύνην· 12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς #4:12 πιστεως της εν τη ακροβυστια ¦ πιστεως της εν ακροβυστια BYZ PCK ¦ εν τη ακροβυστια πιστεως ANT TR ¦ εν ακροβυστια πιστεως CTπίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι #4:13 του ¦ --- CTτοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. 14Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία· 15ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ #4:15 γαρ ¦ δε CTγὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.
16Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ #4:16 του ¦ --- PCKτοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν— 17καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε—κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκρούς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. 18Ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. 19Καὶ μὴ ἀσθενήσας τῇ πίστει, #4:19 ου ¦ --- CTοὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα #4:19 ηδη ¦ --- SBLἤδη νενεκρωμένον—ἑκατονταέτης που ὑπάρχων—καὶ τὴν νέκρωσιν #4:19 της ¦ --- ANTτῆς μήτρας Σάρρας· 20εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, #4:20 αλλ ¦ αλλα SBL WHἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, 21καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. 22Διὸ #4:22 και ¦ --- SBLκαὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ· 24ἀλλὰ καὶ δι᾽ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, 25ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

하이라이트

공유

복사

None

모든 기기에 하이라이트를 저장하고 싶으신가요? 회원가입 혹은 로그인하세요

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4 동영상