ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9
9
1Ὁ δὲ Σαῦλος ἔτι #9:1 εμπνεων ¦ ενπνεων WHἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ #9:2 της οδου οντας ¦ οντας της οδου ECM*τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· #9:3 και εξαιφνης ¦ εξαιφνης τε ECM NA SBL ¦ εξεφνης τε TH WHκαὶ ἐξαίφνης #9:3 περιηστραψεν αυτον ¦ αυτον περιηστραψε CTπεριήστραψεν αὐτὸν φῶς #9:3 απο ¦ εκ CTἀπὸ τοῦ οὐρανοῦ· 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; 5Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲ #9:5 κυριος ειπεν ¦ --- CTΚύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ #9:5–6 διωκεις ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TRδιώκεις· 6#9:6 αλλα ¦ αλλ ECM NA28 ¦ --- TRἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι #9:6 τι ¦ οτι ECM ¦ ο τι NA SBL TH WHτί σε δεῖ ποιεῖν. 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ #9:7 ειστηκεισαν ¦ ιστηκεισαν TH WHεἱστήκεισαν #9:7 ενεοι ¦ εννεοι BYZ TRἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ #9:8 ο ¦ --- CTὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων #9:8 τε ¦ δε CT TRτε τῶν ὀφθαλμῶν αὐτοῦ, #9:8 ουδενα ¦ ουδεν NA SBL TH WHοὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν #9:10 ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος CTὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. 11Ὁ δὲ Κύριος πρὸς αὐτόν, #9:11 αναστας ¦ αναστα WHἈναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν #9:12 εν οραματι ανδρα ¦ ανδρα ECM ¦ ανδρα εν οραματι NA SBL TH WHἐν ὁράματι ἄνδρα #9:12 ονοματι ανανιαν ¦ ανανιαν ονοματι CT PCKὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ #9:12 χειρα ¦ τας χειρας NA WH ¦ χειρας ECM SBL THχεῖρα, ὅπως ἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ #9:13 ανανιας ¦ ο ανανιας TRἈνανίας, Κύριε, #9:13 ακηκοα ¦ ηκουσα CTἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ #9:13 εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ECM* NA SBL TH WHἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς #9:15 μοι εστιν ¦ εστι μοι CTμοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον #9:15 εθνων ¦ των εθνων WHἐθνῶν #9:15 και ¦ τε και CTκαὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, #9:17 ο ¦ ιησους ο ANT CT TRὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18Καὶ εὐθέως #9:18 απεπεσον ¦ απεπεσαν CTἀπέπεσον #9:18 απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων CTἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ #9:18 ωσει ¦ ως ECM* NA SBL TH WHὡσεὶ λεπίδες, ἀνέβλεψέ #9:18 τε ¦ τε παραχρημα BYZ PCK TRτε καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν #9:19 ενισχυσεν ¦ ενισχυθη WHἐνίσχυσεν.
Ἐγένετο δὲ #9:19 ο σαυλος ¦ --- CTὁ Σαῦλος μετὰ #9:19 των ¦ των οντων ANTτῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν #9:20 χριστον ¦ ιησουν ANT CT PCKΧριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας #9:21 εν ¦ εις NAἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο #9:21 εληλυθεν ¦ εληλυθει CT TRἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ #9:22 συνεχυνε ¦ συνεχυννε ECM NA SBL WHσυνέχυνε #9:22 τους ¦ --- WHτοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, #9:22 συμβιβαζων ¦ συνβιβαζων WHσυμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. #9:24 παρετηρουν τε ¦ παρετηρουντο δε και CTΠαρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· 25λαβόντες δὲ #9:25 αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου CT 2.1%αὐτὸν οἱ μαθηταὶ νυκτός, #9:25 καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον CTκαθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν #9:25 σπυριδι ¦ σφυριδι WHσπυρίδι.
26Παραγενόμενος δὲ #9:26 ο σαυλος ¦ --- CTὁ Σαῦλος #9:26 εν ¦ εις ANT CT TRἐν Ἱερουσαλήμ, #9:26 επειρατο ¦ επειραζε ECM* NA SBL TH WHἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι #9:27 του ιησου ¦ του κυριου ιησου PCK ¦ ιησου WHτοῦ Ἰησοῦ. 28Καὶ ἦν μετ᾽ αὐτῶν #9:28 εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος ANT BYZ CT PCK TRεἰσπορευόμενος #9:28 εις ¦ εν ANT BYZ PCK TRεἰς Ἱερουσαλήμ, #9:28 και ¦ --- CTκαὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ #9:28 κυριου ιησου ¦ ιησου PCK ¦ κυριου CTΚυρίου Ἰησοῦ, 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν #9:29 αυτον ανελειν ¦ ανελειν αυτον CT PCKαὐτὸν ἀνελεῖν. 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς #9:30 καισαρειαν ¦ καισαριαν WHΚαισάρειαν, καὶ ἐξαπέστειλαν #9:30 αυτον ¦ --- ECM* PCKαὐτὸν εἰς Ταρσόν.
31 # 9:31 αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο CT 7.8% Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ #9:31 σαμαρειας ¦ σαμαριας WHΣαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας #9:32 λυδδαν ¦ λυδδα CTΛύδδαν. 33Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα #9:33 αινεαν ονοματι ¦ ονοματι αινεαν CTΑἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ #9:33 κραββατω ¦ κραββατου BYZ ¦ κραβαττω ANT ¦ κραβαττου ECM* NA SBL TH WHκραββάτῳ, ὃς ἦν παραλελυμένος. 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς #9:34 ο ¦ --- ECM* NA SBL TH WHὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35Καὶ #9:35 ειδον ¦ ειδαν CTεἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες #9:35 λυδδαν ¦ λυδδα CTΛύδδαν καὶ τὸν #9:35 ασσαρωνα ¦ σαρωνα ANT CT SCR ¦ σαρωναν STἈσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι #9:36 ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WHΤαβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης #9:36 αγαθων εργων ¦ εργων αγαθων ECM* NA SBL TH WHἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ #9:37 αυτην εθηκαν ¦ εθηκαν αυτην ECM* NA SBL TH ¦ εθηκαν WHαὐτὴν ἔθηκαν ἐν #9:37 υπερωω ¦ τω υπερωω PCKὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης #9:38 λυδδης ¦ λυδδας CTΛύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, #9:38 απεστειλαν ¦ απεστειλαν δυο ανδρας ANT CT TRἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴ #9:38 οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων CTὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος #9:40 θεις ¦ και θεις CTθεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, #9:40 ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WHΤαβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης #9:42 της ¦ --- WHτῆς Ἰόππης, καὶ #9:42 πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι CTπολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43Ἐγένετο δὲ #9:43 ημερας ικανας μειναι αυτον ECM* ¦ αυτον ημερας ικανας μειναι ECM* PCK TH ¦ ημερας ικανας μειναι ECM* NA SBL WHἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Public Domain