ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28

28
1Καὶ διασωθέντες, τότε #28:1 επεγνωσαν ¦ επεγνωμεν CTἐπέγνωσαν ὅτι #28:1 μελιτη ¦ μελιτηνη WHΜελίτη ἡ νῆσος καλεῖται. 2Οἱ #28:2 δε ¦ τε CTδὲ βάρβαροι #28:2 παρειχον ¦ παρειχαν TH WHπαρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· #28:2 αναψαντες ¦ αψαντες CTἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. 3Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων #28:3 πληθος ¦ τι πληθος CTπλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα #28:3 εκ ¦ απο ANT CTἐκ τῆς θέρμης #28:3 διεξελθουσα ¦ εξελθουσα BYZ CT PCK TRδιεξελθοῦσα #28:3 καθηψε ¦ καθηψατο PCKκαθῆψε τῆς χειρὸς αὐτοῦ. 4Ὡς δὲ #28:4 ειδον ¦ ειδαν WHεἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, #28:4 ελεγον προς αλληλους ¦ προς αλληλους ελεγον CTἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῇν οὐκ εἴασεν. 5Ὁ μὲν οὖν, #28:5 αποτιναξας ¦ αποτιναξαμενος ECM PCKἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. 6Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, #28:6 μεταβαλλομενοι ¦ μεταβαλομενοι CTμεταβαλλόμενοι ἔλεγον #28:6 θεον αυτον ειναι ¦ αυτον ειναι θεον ECM* NA SBL TH WHθεὸν αὐτὸν εἶναι.
7Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς #28:7 τρεις ημερας ¦ ημερας τρεις WHτρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ #28:8 δυσεντερια ¦ δυσεντεριω ANT CTδυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, #28:8 επιθεις ¦ και επιθεις ANTἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. 9Τούτου #28:9 ουν ¦ δε CTοὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ #28:9 εχοντες ασθενειας εν τη νησω ¦ εν τη νησω εχοντες ασθενειας CTἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· 10οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς #28:10 την χρειαν ¦ τας χρειας CTτὴν χρείαν.
11Μετὰ δὲ τρεῖς μῆνας #28:11 ηχθημεν ¦ ανηχθημεν ANT BYZ CT HF PCK TRἤχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13ὅθεν #28:13 περιελθοντες ¦ περιελοντες ECM* NA SBL WHπεριελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· 14οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν #28:14 επ ¦ παρ CTἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην #28:14 ηλθομεν ¦ ηλθαμεν CTἤλθομεν. 15Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, #28:15 εξηλθον ¦ ηλθαν ECM* NA SBL TH WHἐξῆλθον εἰς ἀπάντησιν #28:15 ημιν ¦ ημων ECM*ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.
16Ὅτε δὲ #28:16 ηλθομεν ¦ εισηλθομεν ECM NA SBL TH ¦ εισηλθαμεν WHἤλθομεν εἰς Ῥώμην, #28:16 ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη 64.6% ¦ ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχω τω δε παυλω επετραπη BYZ HF 19.2% ¦ επετραπη τω παυλω CT 4.4% ¦ ο εκατονταρχης παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη ANT 0%ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς #28:17 συγκαλεσασθαι ¦ συνκαλεσασθαι TH WHσυγκαλέσασθαι #28:17 τον παυλον ¦ αυτον CTτὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, #28:17 ανδρες αδελφοι εγω ¦ εγω ανδρες αδελφοι CTἌνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· 18οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι #28:19 κατηγορησαι ¦ κατηγορειν CTκατηγορῆσαι. 20Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· #28:20 ενεκεν ¦ εινεκεν WHἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21Οἱ δὲ πρὸς αὐτὸν #28:21 ειπον ¦ ειπαν CTεἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι #28:21 περι σου πονηρον ¦ πονηρον περι σου PCKπερὶ σοῦ πονηρόν. 22Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν #28:22 εστιν ημιν ¦ ημιν εστιν CTἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, #28:23 ηκον ¦ ηλθον ECM NA TH ¦ ηλθαν WHἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς #28:23 τα ¦ --- CTτὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου #28:23 μωυσεως ¦ μωσεως HF TR ¦ μωυσεος PCKΜωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. 25Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας #28:25 ημων ¦ υμων CTἡμῶν, 26#28:26 λεγον ¦ λεγων ECM* NA SBL TH WHλέγον,
Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ #28:26 ειπον ¦ ειπε TRεἰπόν,
Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·
καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
27Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ τοῖς ὠσὶν ἀκούσωσι,
καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,
καὶ #28:27 ιασομαι ¦ ιασωμαι BYZ PCK TRἰάσομαι αὐτούς.
28Γνωστὸν οὖν #28:28 εστω υμιν ¦ υμιν εστω WHἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη #28:28 το ¦ τουτο το ANT CTτὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 29#28:29 και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν 87.6% ¦ --- NA SBL TH WH 4.6% [Note: ECM encloses this text with double brackets.]Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
30 # 28:30 εμεινε ¦ ενεμεινε CT Ἔμεινε δὲ #28:30 ο παυλος ¦ --- CTὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.

하이라이트

공유

복사

None

모든 기기에 하이라이트를 저장하고 싶으신가요? 회원가입 혹은 로그인하세요