ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27

27
1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, #27:1 σπειρης ¦ σπειρας PCKσπείρης Σεβαστῆς. 2Ἐπιβάντες δὲ πλοίῳ #27:2 αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WHἈδραμυττηνῷ, #27:2 μελλοντες πλειν ¦ μελλοντι πλειν εις CTμέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. 3Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς #27:3 τους ¦ --- STτοὺς φίλους #27:3 πορευθεντα ¦ πορευθεντι CTπορευθέντα ἐπιμελείας τυχεῖν. 4Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. 5Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, #27:5 κατηλθομεν ¦ κατηχθημεν PCK ¦ κατηλθαμεν WHκατήλθομεν εἰς #27:5 μυρα ¦ μυρρα WHΜύρα τῆς Λυκίας. 6Κἀκεῖ εὑρὼν ὁ #27:6 εκατονταρχος ¦ εκατονταρχης ANT CTἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς #27:6 την ¦ --- PCKτὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· 8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς #27:8 ην πολις ¦ πολις ην NAἦν πόλις #27:8 λασαια ¦ λασεα TH WHΛασαία.
9Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ #27:10 φορτιου ¦ φορτου ANT PCK TRφορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11Ὁ δὲ #27:11 εκατονταρχης ¦ εκατονταρχος BYZ PCK TRἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ #27:11 επειθετο μαλλον ¦ μαλλον επειθετο CTἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ #27:11 του ¦ --- ECM* NA SBL TH WHτοῦ Παύλου λεγομένοις. 12Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ #27:12 πλειους ¦ πλειονες CTπλείους ἔθεντο βουλὴν ἀναχθῆναι #27:12 κακειθεν ¦ εκειθεν CT PCKκἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες #27:13 ἆσσον ¦ Ἄσσον STἆσσον παρελέγοντο τὴν Κρήτην. 14Μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος #27:14 ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%Εὐροκλύδων· 15συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16Νησίον δέ τι ὑποδραμόντες καλούμενον #27:16 κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα THΚλαύδην #27:16 μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CTμόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· 17ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν #27:17 συρτην ¦ συρτιν ANT CT PCK TRΣύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου #27:19 ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WHἐρρίψαμεν. 20Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο #27:20 πασα ελπις ¦ ελπις πασα ECM* NA SBL TH WHπᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21Πολλῆς #27:21 δε ¦ τε CTδὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23Παρέστη γάρ μοι #27:23 ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TRταύτῃ τῇ νυκτὶ #27:23 αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WHἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29φοβούμενοί τε #27:29 μηπως εις ¦ μη που κατα CTμήπως εἰς τραχεῖς τόπους #27:29 εκπεσωμεν ¦ εκπεσωσιν STἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ #27:30 πρωρας ¦ πρωρης ECM NA SBL WHπρῴρας #27:30 μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CTμελλόντων ἀγκύρας ἐκτείνειν, 31εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι #27:31 μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCKμείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32Τότε #27:32 οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CTοἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33Ἄχρι δὲ οὗ #27:33 ημελλεν ημερα ¦ εμελλεν ημερα ANT BYZ PCK TR ¦ ημερα ημελλε CTἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, #27:33 μηδεν ¦ μηθεν CTμηδὲν προσλαβόμενοι. 34Διὸ παρακαλῶ ὑμᾶς #27:34 προσλαβειν ¦ μεταλαβειν ANT CT PCKπροσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς #27:34 υμετερας ¦ ημετερας PCKὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ #27:34 εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CTἐκ τῆς κεφαλῆς πεσεῖται. 35#27:35 ειπων ¦ ειπας CTΕἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37#27:37 ημεν ¦ ημεθα ECM* NA SBL TH WHἮμεν δὲ #27:37 εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CTἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, #27:37 διακοσιαι ¦ ως WHδιακόσιαι ἑβδομήκοντα ἕξ. 38Κορεσθέντες δὲ #27:38 της ¦ --- ANT BYZ CT PCK TRτῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν #27:39 εβουλευσαντο ¦ εβουλευοντο CTἐβουλεύσαντο, εἰ #27:39 δυνατον ¦ δυναιντο ANT CT TRδυνατόν, #27:39 εξωσαι ¦ εκσωσαι WHἐξῶσαι τὸ πλοῖον. 40Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν #27:40 αρτεμονα ¦ αρτεμωνα ANT CTἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον #27:41 επωκειλαν ¦ επεκειλαν CTἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα #27:41 εμεινεν ¦ εμενεν PCKἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας #27:41 των κυματων 97.2% ¦ --- SBL WH 1.2%τῶν κυμάτων. 42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας #27:42 διαφυγη ¦ διαφυγοι ANT TRδιαφύγῃ. 43Ὁ δὲ #27:43 εκατονταρχος ¦ εκατονταρχης ANT CTἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν #27:43 απορριψαντας ¦ αποριψαντας CTἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

하이라이트

공유

복사

None

모든 기기에 하이라이트를 저장하고 싶으신가요? 회원가입 혹은 로그인하세요