ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25
25
1Φῆστος οὖν ἐπιβὰς τῇ #25:1 επαρχια ¦ επαρχεια CTἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ #25:1 καισαρειας ¦ καισαριας WHΚαισαρείας. 2Ἐνεφάνισαν #25:2 δε ¦ τε CTδὲ αὐτῷ #25:2 ο αρχιερευς ¦ οι αρχιερεις CT PCKὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν, 3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον #25:4 εν καισαρεια ¦ εις καισαρειαν ECM NA SBL TH ¦ εις καισαριαν WHἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. 5Οἱ οὖν #25:5 δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι CTδυνατοὶ ἐν ὑμῖν, φησί, #25:5 συγκαταβαντες ¦ συνκαταβαντες TH WHσυγκαταβάντες, εἴ τί ἐστιν #25:5 εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι ατοπον CT 9.3% ¦ ατοπον εν τω ανδρι τουτω SCR 2.9%ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας #25:6 πλειους ¦ ου πλειους οκτω CTπλείους ἢ δέκα, καταβὰς εἰς #25:6 καισαρειαν ¦ καισαριαν WHΚαισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. 7Παραγενομένου δὲ αὐτοῦ, #25:7 περιεστησαν ¦ περιεστησαν αυτον CTπεριέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα #25:7 αιτιωματα ¦ αιτιαματα BYZ PCK TRαἰτιώματα #25:7 φεροντες κατα του παυλου ¦ καταφεροντες CTφέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8#25:8 απολογουμενου αυτου ¦ του παυλου απολογουμενου CTἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9Ὁ Φῆστος δὲ #25:9 τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ANT CTτοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς #25:9 ιεροσολυμα ¦ ιερουσαλημ ANTἹεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων #25:9 κρινεσθαι ¦ κριθηναι CTκρίνεσθαι #25:9 επ ¦ υπ PCKἐπ᾽ ἐμοῦ; 10Εἶπε δὲ ὁ Παῦλος, #25:10 επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος WHἘπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν #25:10 ηδικησα ¦ ηδικηκα TH WHἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11Εἰ μὲν #25:11 γαρ ¦ ουν CTγὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12Τότε ὁ Φῆστος #25:12 συλλαλησας ¦ συνλαλησας TH WHσυλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
13Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς #25:13 καισαρειαν ¦ καισαριαν WHΚαισάρειαν, #25:13 ασπασαμενοι ¦ ασπασομενοι ANT BYZ PCK TRἀσπασάμενοι τὸν Φῆστον. 14Ὡς δὲ πλείους ἡμέρας #25:14 διετριβεν ¦ διετριβον ANT BYZ CT PCK TRδιέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι #25:14 καταλελειμμενος ¦ καταλελιμμενος WHκαταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ #25:15 δικην ¦ καταδικην CTδίκην. 16Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον #25:16 εις απωλειαν 89.9% ¦ --- CT 7.4%εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17Συνελθόντων οὖν #25:17 αυτων 87.4% ¦ --- SBL WH 7%αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν #25:18 επεφερον ¦ εφερον CTἐπέφερον ὧν #25:18 υπενοουν εγω ¦ εγω υπενοουν πονηρων NA SBL WH ¦ εγω υπενοουν πονηραν ECM THὑπενόουν ἐγώ, 19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. 20Ἀπορούμενος δὲ ἐγὼ #25:20 την περι ¦ περι την PCK ¦ εις την περι ECM* TRτὴν περὶ #25:20 τουτου ¦ τουτων CT PCKτούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς #25:20 ιερουσαλημ ¦ ιεροσολυμα ANT CTἹερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ #25:21 πεμψω ¦ αναπεμψω CTπέμψω αὐτὸν πρὸς Καίσαρα. 22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον #25:22 εφη ¦ --- CTἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. #25:22 ο δε ¦ --- CTὉ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε #25:23 τοις ¦ --- CTτοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν #25:23 ουσι ¦ --- CTοὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. 24Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ #25:24 συμπαροντες ¦ συνπαροντες TH WHσυμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ #25:24 παν ¦ απαν CTπᾶν τὸ πλῆθος τῶν Ἰουδαίων #25:24 ενετυχον ¦ ενετυχε WHἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, #25:24 επιβοωντες ¦ βοωντες CTἐπιβοῶντες μὴ δεῖν #25:24 ζην αυτον ¦ αυτον ζην CTζῇν αὐτὸν μηκέτι. 25Ἐγὼ δὲ #25:25 καταλαβομενος ¦ κατελαβομην CTκαταλαβόμενος μηδὲν ἄξιον #25:25 θανατου αυτον ¦ αυτον θανατου CTθανάτου αὐτὸν πεπραχέναι, #25:25 και ¦ --- CTκαὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν #25:25 αυτον ¦ --- CTαὐτόν. 26Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ #25:26 τι γράψαι ¦ τί γράψω CTτι γράψαι. 27Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
Public Domain