ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17
17
1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ #17:1 απολλωνιαν ¦ την απολλωνιαν CTἈπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν #17:1 η ¦ --- CTἡ συναγωγὴ τῶν Ἰουδαίων· 2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία #17:2 διελεξατο ¦ διελεγετο ANT PCK TRδιελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν #17:3 ο χριστος ιησους ECM* ¦ ιησους ο χριστος PCK ¦ ο χριστος ο ιησους ECM* NA SBL WH ¦ χριστος ιησους ECM* THὁ Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 4Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων #17:4 πολυ πληθος ¦ πληθος πολυ CT PCKπολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 5#17:5 προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες ¦ ζηλωσαντες δε οι απειθουντες ιουδαιοι και προσλαβομενοι TR ¦ προσλαβομενοι δε οι απειθουντες ιουδαιοι ANT ¦ ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι CTΠροσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες, τῶν ἀγοραίων #17:5 τινας ανδρας ¦ ανδρας τινας CT PCKτινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· #17:5 επισταντες τε ¦ και επισταντες CTἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς #17:5 αγαγειν ¦ προαγαγειν CTἀγαγεῖν εἰς τὸν δῆμον. 6Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον #17:6 τον ¦ --- CTτὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος #17:7 πρασσουσι ¦ πραττουσι TRπράσσουσι, βασιλέα #17:7 λεγοντες ετερον ¦ ετερον λεγοντες ANT CT PCKλέγοντες ἕτερον εἶναι, Ἰησοῦν. 8Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. 9Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ #17:10 της ¦ --- CTτῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς #17:10 βεροιαν ¦ βερροιαν PCKΒέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν #17:10 απηεσαν των ιουδαιων ¦ των ιουδαιων απηεσαν CT TRἀπῄεσαν τῶν Ἰουδαίων. 11Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, #17:11 το ¦ --- ECM NA PCK THτὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτω. 12Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ #17:13 βεροια ¦ βερροια PCKΒεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ #17:13 σαλευοντες 77.1% ¦ σαλευοντες και ταρασσοντες CT 22%σαλεύοντες τοὺς ὄχλους. 14Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι #17:14 ως ¦ εως CTὡς ἐπὶ τὴν θάλασσαν· #17:14 υπεμενον δε ¦ υπεμειναν τε CTὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. 15Οἱ δὲ #17:15 καθιστωντες ¦ καθιστανοντες ECM* NA SBL TH WHκαθιστῶντες τὸν Παῦλον, ἤγαγον #17:15 αυτον ¦ --- CTαὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ #17:15 τιμοθεον ¦ τον τιμοθεον ECM* NA SBL TH WHΤιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, #17:16 θεωρουντι ¦ θεωρουντος CTθεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. 17Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18Τινὲς δὲ #17:18 και ¦ --- ANT TRκαὶ τῶν #17:18 επικουρειων ¦ επικουριων WHἘπικουρείων καὶ #17:18 των ¦ --- CTτῶν #17:18 στοικων ¦ στωικων BYZ PCK TR WHΣτοϊκῶν φιλοσόφων #17:18 συνεβαλλον ¦ συνεβαλον PCKσυνέβαλλον αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν #17:18 ευηγγελιζετο ¦ αυτοις ευηγγελιζετο TR ¦ ευηγγελιζετο αυτοις ANTεὐηγγελίζετο. 19Ἐπιλαβόμενοί #17:19 τε ¦ δε WHτε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, #17:20 τι αν θελοι ¦ τινα θελει CTτί ἂν θέλοι ταῦτα εἶναι— 21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον #17:21 ευκαιρουν ¦ ηυκαιρουν CTεὐκαίρουν, ἢ λέγειν τι #17:21 και ¦ η ECM* NA SBL TH WHκαὶ #17:21 ακουειν ¦ ακουειν τι ECM* NA SBL TH WHἀκούειν καινότερον.
22Σταθεὶς δὲ #17:22 ο ¦ --- SBL TH WHὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. #17:23 ον … τουτον 89.4% ¦ ο … τουτο CT 1.5%Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. 24Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς #17:24 κυριος υπαρχων ¦ υπαρχων κυριος CTΚύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25οὐδὲ ὑπὸ χειρῶν #17:25 ανθρωπων ¦ ανθρωπινων CTἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν #17:25 κατα ¦ και τα CT SCRκατὰ πάντα· 26ἐποίησέ τε ἐξ ἑνὸς #17:26 αιματος 95% ¦ --- CT 4.4%αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ #17:26 παν το προσωπον ¦ παντος προσωπου CTπᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας #17:26 προστεταγμενους ¦ προτεταγμενους TRπροστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· 27ζητεῖν τὸν #17:27 κυριον ¦ θεον CTΚύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν #17:27 και ¦ η ECM*καὶ εὕροιεν, #17:27 και γε ¦ καιτοιγε TRκαί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ #17:28 κινουμεθα ¦ κεινουμεθα THκινούμεθα καὶ ἐσμέν· ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι,
Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν #17:30 παραγγελλει ¦ απαγγελλει WHπαραγγέλλει τοῖς ἀνθρώποις #17:30 πασι ¦ παντας CTπᾶσι πανταχοῦ μετανοεῖν· 31#17:31 διοτι ¦ καθοτι CTδιότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ #17:32 ειπον ¦ ειπαν CTεἶπον, Ἀκουσόμεθά σου #17:32–33 παλιν περι τουτου και ¦ περι τουτου και παλιν CTπάλιν περὶ τούτου. 33Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
Public Domain