ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1

1
1Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ, υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ. 2¶ Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ• Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ• 3Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ• Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ• Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ• 4Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ• Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών• Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών• 5Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ• Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ• Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί• 6Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. ¶ Δαυὶδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου• 7Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ• Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά• Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά• 8Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ• Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ• Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν• 9Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ• Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ• Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν• 10Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ• Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών• Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν• 11Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12¶ Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ• Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ• 13Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ• Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ• Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ• 14Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ• Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ• Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ• 15Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ• Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν• Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ• 16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος χριστός. 17¶ Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ, γενεαὶ δεκατέσσαρες. 18¶ Τοῦ δὲ Ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου• τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 21Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν• αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος, 23Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ θεός. 24Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου• καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον• καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

હાલમાં પસંદ કરેલ:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1: Byz18

Highlight

શેર કરો

નકલ કરો

None

Want to have your highlights saved across all your devices? Sign up or sign in