ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3

3
Ministry of John the Baptizer—26 AD
1Ἐν δὲ#δε rell ¦ --- D,N [10%] ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2καὶ#και f35 C,D,N,W [99.8%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [0.2%] Nestle24 λέγων, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» 3Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ#υπο f35 N [98%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [2%] NU Ἡσαΐου#ἡσαιου f35 OC,CP,TR ¦ ἠσαιου RP,HF,NU τοῦ προφήτου λέγοντος· «Φωνὴ βοῶντος, ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.› » 4Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἦν#αυτου ην f35 N [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,D,W [1%] NU ἀκρίδες καὶ μέλι ἄγριον. 5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ#η rell ¦ --- [5%] CP Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ#ιορδανη f35 D [85%] RP,HF,OC,CP,TR ¦ 1 ποταμω ℵB,C,W [15%] NU ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
A bunch of snakes
7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν καρπὸν ἄξιον#καρπον αξιον rell ¦ καρπους αξιους [5%] TR τῆς μετανοίας, 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ,› λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. 10Ἤδη δὲ καὶ#και f35 [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,W [2%] NU ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11»Ἐγὼ μὲν βαπτίζω ὑμᾶς#βαπτιζω υμας f35 C [98%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,W [2%] NU ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ·#αγιω f35 [80%] RP,HF,CP ¦ 1 και πυρι ℵB,C,W [20%] OC,TR,NU 12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην·#αυτου εις την αποθηκην f35 ℵC (76.1%) RP,HF,OC,CP,TR,NU ¦ ∼ 2341 (13.9%) ¦ 234 (7.4%) ¦ 12341 B,W (2.6%) τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.»
Baptism of Jesus
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ#επι rell ¦ εις CP τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. 14Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» 15Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.» Τότε ἀφίησιν αὐτόν. 16Καὶ βαπτισθεὶς#και βαπτισθεις f35 W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 2 δε ℵB,C [1%] NU ὁ Ἰησοῦς ἀνέβη εὐθὺς#ανεβη ευθυς f35 C [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,W [1.5%] NU ἀπὸ τοῦ ὕδατος, καὶ ἰδού, ἀνεῴχθησαν#ανεωχθησαν f35 ℵC,W [99%] RP,HF,OC,CP,TR ¦ ηνεωχθησαν B [1%] NU αὐτῷ#αυτω f35 C,W (99.5%) RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB (0.3%) ¦ long omission (0.2%) οἱ οὐρανοί, καὶ εἶδεν τὸ#το f35 C,W (99.9%) RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB (alone) Πνεῦμα τοῦ#του f35 C,W (99.6%) RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB (alone) ¦ omit phrase (0.3%) Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ#και f35 C,D,W [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB ἐρχόμενον ἐπ᾿ αὐτόν. 17Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.»

اکنون انتخاب شده:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3: F35

های‌لایت

به اشتراک گذاشتن

کپی

None

می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید

ویدیوهایی برای ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3