ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25
25
Parable of the ten virgins
1»Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν#αυτων f35 ℵC,W [99.5%] RP,HF,OC,CP,TR ¦ εαυτων B,D [0.5%] NU ἐξῆλθον εἰς ἀπάντησιν#απαντησιν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ υπαντησιν ℵB,C [1%] NU τοῦ νυμφίου. 2Πέντε δὲ ἦσαν ἐξ αὐτῶν#ησαν εξ αυτων f35 W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,C,D [5%] NU φρόνιμοι καὶ αἱ πέντε μωραί.#φρονιμοι και αι πεντε μωραι f35 [90%] RP,HF,OC,CP,TR ¦ 1245 W [8%] ¦ ∼ 5241 ℵB,C,D [2%] NU 3Αἵτινες#αιτινες f35 W [98%] RP,HF,OC,CP,TR ¦ αι γαρ ℵB,C [0.5%] NU ¦ δε αι [1%] ¦ οι ουν D ¦ two other variants μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν,#αυτων f35 B,C,D,W [95%] RP,HF,CP,NU ¦ εαυτων [5%] OC,TR ¦ --- ℵ [0.5%] οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· 4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν#αυτων f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [2%] NU μετὰ τῶν λαμπάδων αὐτῶν.#αυτων f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ εαυτων ℵB [0.5%] NU ¦ --- C [1%] 5Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· 6μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ‹Ἰδού, ὁ νυμφίος ἔρχεται,#ερχεται f35 W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [1%] NU ¦ εξερχεται D ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.›#αυτου f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ αυτω C ¦ --- ℵB [0.5%] 7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.#αυτων f35 C,D,W [99%] RP,HF,OC,CP,TR ¦ εαυτων ℵA,B [1%] NU 8Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον,#ειπον rell ¦ ειπαν B,C [0.5%] NU ‹Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.› 9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, ‹Μήποτε οὐκ#ουκ f35 ℵA [85%] RP,HF,OC,CP,TR ¦ ου μη B,C,D,W [15%] NU ἀρκέσῃ#αρκεση rell ¦ αρκεσει D [5%] OC,CP ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ#δε f35 C,W [90%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D [10%] NU μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.› 10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους—καὶ ἐκλείσθη ἡ θύρα. 11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, ‹Κύριε, κύριε, ἄνοιξον ἡμῖν.› 12Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.› 13Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.#εν η ο υιος του ανθρωπου ερχεται f35 (89.3%) RP,HF,OC,CP,TR ¦ --- 𝕻35ℵA,B,C,D,W (10.7%) NU
Parable of the talents
14»Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ. 15Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16Πορευθεὶς δὲ#δε f35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο#ειργασατο f35 A,C [98.5%] RP,HF,OC,CP,TR ¦ ηργασατο ℵB,D,W [1.5%] NU ἐν αὐτοῖς, καὶ ἐποίησεν#εποιησεν f35 ℵA,W [95%] RP,HF,OC,CP,TR ¦ εκερδησεν B,C,D [5%] NU ἄλλα πέντε τάλαντα.#ταλαντα f35 ℵA,C,D,W [99%] RP,HF,OC,CP,TR ¦ --- B [1%] NU 17Ὡσαύτως καὶ#και f35 B(D)W [98%] RP,HF,OC,CP,TR ¦ δε 1 A [1%] ¦ --- ℵC [1%] NU ὁ τὰ δύο ἐκέρδησεν καὶ αὐτὸς#και αυτος f35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [1%] NU ἄλλα δύο. 18Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ#εν τη γη f35 A,D,W [99%] RP,HF,OC,CP,TR ¦ την γην C ¦ γην ℵB [0.5%] NU καὶ ἀπέκρυψεν#απεκρυψεν f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ εκρυψεν ℵA,B,C,D [1.5%] NU τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19»Μετὰ δὲ χρόνον πολύν,#χρονον πολυν f35 A [96%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,D [4%] NU ¦ 1 τινα W ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον.#μετ αυτων λογον f35 A,W [90%] RP,HF,OC,TR ¦ ∼ 312 ℵB,C,D [10%] CP,NU 20Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, ‹Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›#επ αυτοις f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ εν 2 [2%] ¦ --- 𝕻35ℵB(D) [1%] NU 21Ἔφη δὲ#δε f35 A,W [93%] RP,HF,CP,TR ¦ --- 𝕻35ℵB,C,D [7%] OC,NU αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› 22Προσελθὼν δὲ#δε f35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- 𝕻35vℵB [0.5%] καὶ ὁ τὰ δύο τάλαντα λαβὼν#λαβων f35 ℵD [95%] RP,HF,OC,CP,TR ¦ --- 𝕻35A,B,C,W [5%] NU ¦ one other variant εἶπεν, ‹Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›#επ αυτοις f35 A,C,W [98%] RP,HF,OC,CP,TR ¦ εν 2 [1%] ¦ --- 𝕻35ℵB,D [1%] NU 23Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.›
24»Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· ‹Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας. 25Καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.› 26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· ‹Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα. 27Ἔδει οὖν σε#ουν σε f35 A,D,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C [1%] NU βαλεῖν τὸ ἀργύριόν#το αργυριον f35 A,C,D [99.5%] RP,HF,OC,CP,TR ¦ τα αργυρια ℵB,W [0.5%] NU μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ#απο δε του f35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 32 ℵB,D [1%] NU μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν#δοκει εχειν f35 [30%] CP ¦ εχει ℵA,B,C,D,W [70%] RP,HF,TR,OC,NU ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 30Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε#εκβαλετε f35 ℵA,B,W [88%] RP,HF,OC,CP,NU ¦ εκβαλλετε [10%] TR ¦ εκβαλεται C [1%] ¦ βαλεται εξω D ¦ four other variants εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Judgment in preparation for the Millennium
31»Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι#αγιοι f35 A,W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [4%] NU ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ. 32Καὶ συναχθήσονται#συναχθησονται f35 ℵB,D [25%] CP,NU ¦ συναχθησεται f35pt A,W [75%] RP,HF,OC,TR ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ#αφοριει f35 A,B,D [98%] RP,HF,OC,CP,TR ¦ αφορισει ℵW [2%] NU αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. 33Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· ‹Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε#ηλθετε f35 [95%] RP,HF,OC,CP,TR ¦ ηλθατε ℵA,B,D,W [5%] NU πρός με.› 37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα#πεινωντα rell ¦ πινωντα CP καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39Πότε δέ σε εἴδομεν ἀσθενῆ#ασθενη f35 ℵA,W [99.5%] RP,HF,OC,CP,TR ¦ ασθενουντα B,D [0.5%] NU ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;› 40Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.›
41»Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· ‹Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ#οι f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [0.5%] κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.› 44Τότε ἀποκριθήσονται#αποκριθησονται f35 A,B,D,W [95%] RP,HF,CP,NU ¦ 1 αυτω (ℵ) [5%] OC,TR καὶ αὐτοί, λέγοντες, ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;› 45Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.› 46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.»
Currently Selected:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25: F35
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in