YouVersion Logo
Search Icon

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24

24
The Olivet Discourse
1Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ,#επορευετο απο του ιερου f35 C,W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 2341 ℵ [5%] NU ¦ ∼ εκ 341 B [0.5%] καὶ προσῆλθον αὐτῷ#αυτω f35 [25%] ¦ --- ℵB,C,D,W [75%] RP,HF,OC,CP,TR,NU οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2Ὁ δὲ Ἰησοῦς#ιησους f35 C,W [96.5%] RP,HF,OC,CP,TR ¦ αποκριθεις ℵB,D [3%] NU ¦ three other variants εἶπεν αὐτοῖς· «Οὐ βλέπετε πάντα ταῦτα;#παντα ταυτα f35 D,W [75%] RP,HF,TR ¦ ∼ 21 B,C [25%] OC,CP,NU ¦ 2 ℵv Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ#ου rell ¦ 1 μη [10%] TR καταλυθήσεται.»
“A beginning of birth pains”
3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν, λέγοντες, «Εἰπὲ ἡμῖν,#ημιν rell ¦ υμιν CP πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς#της f35 D,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [3%] NU συντελείας τοῦ αἰῶνος.» 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ‹Ἐγώ εἰμι ὁ Χριστός,› καὶ πολλοὺς πλανήσουσιν. 6Μελήσετε#μελησετε f35 [25%] ¦ μελλησετε ℵC [72%] RP,HF,OC,CP,TR,NU ¦ μελλησεται B,W [1%] ¦ μελλετε D [0.5%] ¦ three other spellings [1%] [Is the verb μελλω or μελω? The latter is a good classical verb, and fits the context well.] δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα#παντα f35 C,W (94.2%) RP,HF,OC,CP,TR ¦ ταυτα (2.2%) ¦ 1 ταυτα (1.6%) ¦ ταυτα 1 (0.7%) ¦ --- ℵB,D (1%) NU ¦ two other variants (0.2%) γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶν τὸ τέλος. 7Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ#και λοιμοι f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- (ℵ)B,D [0.5%] NU (easy homoioteleuton) καὶ σεισμοὶ κατὰ τόπους· 8πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
The increase of lawlessness
9»Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους. 11Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς. 12Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
The Great Tribulation
15»Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς#εστως f35 D [80%] RP,HF,OC ¦ εστος ℵB,W [20%] CP,TR,NU ἐν τόπῳ ἁγίῳ» (ὁ ἀναγινώσκων νοείτω), 16«τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ#επι f35 ℵW [95%] RP,HF,OC,CP,TR ¦ εις B,D [5%] NU τὰ ὄρη· 17ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω#καταβαινετω f35 W [96%] RP,HF,OC,CP,TR ¦ καταβατω ℵB,D [4%] NU ἆραι τὰ#τα rell ¦ τι D [5%] TR ¦ το ℵ ἐκ τῆς οἰκίας αὐτοῦ, 18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον#το ιματιον f35 ℵB,D [30%] CP,NU ¦ τα ιματια W [70%] RP,HF,OC,TR αὐτοῦ. 19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ#μηδε rell ¦ 1 εν [10%] TR σαββάτῳ. 21Ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾿ οὐ μὴ γένηται. 22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός,› ἢ ‹Ὧδε,› μὴ πιστεύσητε. 24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25Ἰδού, προείρηκα ὑμῖν. 26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‹Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν,› μὴ ἐξέλθητε· ‹Ἰδού, ἐν τοῖς ταμείοις,› μὴ πιστεύσητε. 27Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ#και f35 W [50%] RP,OC,CP,TR ¦ --- ℵB,D [50%] HF,NU ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου· 28ὅπου γὰρ#γαρ f35 W [97%] RP,HF,OC,CP,TR ¦ --- (ℵ)B,D [3%] NU ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
The King’s return to earth
29»Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν τῷ#τω f35 W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB(D) [0.5%] NU οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος#σαλπιγγος rell ¦ 1 και D [5%] CP φωνῆς#φωνης f35 B,D [97%] RP,HF,OC,CP,TR ¦ --- ℵW [3%] NU μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρων οὐρανῶν ἕως#εως f35 ℵD,W [97%] RP,HF,OC,CP,TR ¦ 1 των B [3%] [NU] ἄκρων αὐτῶν.
Learn from the fig tree
32»Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκεται#γινωσκεται f35 D,W [25%] ¦ γινωσκετε ℵB [75%] RP,HF,OC,CP,TR,NU ὅτι ἐγγὺς τὸ θέρος. 33Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα,#ταυτα παντα f35 ℵD,W [65%] RP,HF,OC,CP ¦ ∼ 21 B [35%] TR,NU γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. 34Ἀμὴν λέγω ὑμῖν,#υμιν f35 ℵW [95%] RP,HF,OC,CP,TR ¦ 1 οτι B,D [5%] NU οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται,#παρελευσονται f35 W [90%] RP,HF,OC,CP,TR ¦ παρελευσεται B,D [10%] NU ¦ ℵ omits verse οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
The Rapture
36»Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ#και rell ¦ 1 της [5%] TR ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν,#ουρανων f35 W (94.2%) RP,HF,OC,CP,TR ¦ 1 ουδε ο υιος ℵB,D (5.8%) NU εἰ μὴ ὁ Πατήρ μου#μου f35 W [92%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [8%] NU μόνος. 37Ὥσπερ δὲ#δε f35 ℵW [99.7%] RP,HF,OC,CP,TR ¦ γαρ B,D [0.3%] NU αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ#και f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 38Ὥσπερ#ωσπερ f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ ως ℵB [0.5%] NU γὰρ ἦσαν ἐν ταῖς ἡμέραις#ημεραις f35 ℵW [99.5%] RP,HF,OC,CP,TR ¦ 1 εκειναις B,D [0.5%] [NU] ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες,#εκγαμιζοντες f35 [97%] RP,HF,OC,CP,TR ¦ εγγαμιζοντες [2%] ¦ γαμιζοντες ℵD [0.5%] NU ¦ γαμισκοντες B ¦ εκγαμισκοντες W ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ#και f35 ℵW [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- B,D [0.5%] ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 40Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ#ο f35 W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [4%] NU (twice) εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται. 41Δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι·#μυλωνι f35 D [90%] RP,HF,OC,CP,TR ¦ μυλω ℵB,W [10%] NU μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ#ωρα f35 [95%] RP,HF,OC,CP,TR ¦ ημερα ℵB,D,W [5%] NU ὁ Κύριος ὑμῶν ἔρχεται. 43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναι#διορυγηναι f35 B,W [98.5%] RP,HF,OC,CP,TR ¦ διορυχθηναι ℵD [1.5%] NU τὴν οἰκίαν αὐτοῦ. 44Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε#ωρα ου δοκειτε f35 W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [1%] NU ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
45»Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος αὐτοῦ#αυτου f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1.5%] NU ἐπὶ τῆς θεραπείας#θεραπειας f35 D [94.5%] RP,HF,OC,CP,TR ¦ οικετειας B,W [4%] NU ¦ οικιας ℵ [1.5%] αὐτοῦ τοῦ διδόναι#διδοναι f35 W [92%] RP,HF,OC,CP,TR ¦ δουναι ℵB,C(D) [8%] NU αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.#ποιουντα ουτως f35 W [96%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,D [4%] NU 47Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου#ο κυριος μου f35 W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,C,D [3%] NU ἐλθεῖν,›#ελθειν f35 C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU ¦ ερχεσθαι [1%] 49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους,#συνδουλους f35 W [90%] RP,HF,CP,TR ¦ 1 αυτου (εαυτου ℵ) (ℵ)B,C,D [10%] OC,NU ἐσθίειν#εσθιειν f35 W [90%] RP,HF,CP,TR ¦ εσθιη ℵB,C,D [10%] OC,NU τε#τε f35 C,W [30%] ¦ δε ℵB,D [70%] RP,HF,OC,CP,TR,NU καὶ πίνειν#πινειν f35 W [90%] RP,HF,CP,TR ¦ πινη ℵB,C,D [10%] OC,NU μετὰ τῶν μεθυόντων, 50ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in