ΚΑΤΑ ΛΟΥΚΑΝ 18

18
Parable of a persistent widow
1Ἔλεγεν δὲ καὶ#και f35 A,D,N,W [97%] CP,HF,RP,TR,OC ¦ --- ℵB,Q [3%] NU παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι#προσευχεσθαι f35 D [57%] CP,HF,RP,TR ¦ 1 αυτους ℵA,B,N,Q,W [43%] OC,NU καὶ μὴ ἐκκακεῖν,#εκκακειν f35 W [88%] CP,HF,RP,TR,OC ¦ εγκακειν (ℵA,B,D,Q)N [12%] NU 2λέγων· «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3Χήρα δὲ#δε rell ¦ 1 τις N [16%] ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, ‹Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.› 4Καὶ οὐκ ἤθελεν#ηθελεν f35 ℵA,B,D,N,Q,W [47%] NU ¦ ηθελησεν [53%] CP,HF,RP,TR,OC ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, ‹Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ#και ανθρωπον ουκ f35 A,D,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ ουδε 2 ℵB [1%] NU ἐντρέπομαι, 5διά γε τὸ παρέχειν μοι κόπον#κοπον rell ¦ κοπους ℵN [13%] τὴν χήραν#χηραν rell ¦ χηρα [17%] ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ#υπωπιαζη f35 ℵA,B,D,Q [45%] TR,NU ¦ υποπιαζη (N) [42%] CP,HF,RP,OC ¦ υποπιεζη [6.5%] ¦ υποπιαζει [6%] ¦ υποπταζη W ¦ one other variant με.› »
6Εἶπεν δὲ ὁ Κύριος· «Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ#ποιηση f35 𝕻75ℵB,D,N,Q [63%] CP,HF,RP,OC,NU ¦ ποιησει A,W [37%] TR τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν#προς αυτον f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ αυτω 𝕻75ℵB,Q [1%] NU ¦ αυτων D ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν#μακροθυμων f35 N,W [94.5%] CP,HF,RP,TR,OC ¦ μακροθυμει ℵA,B(D)Q [5.5%] NU ἐπ᾿ αὐτοῖς; 8Λέγω#λεγω rell ¦ ναι 1 N [12%] CP ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθών, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;»
Parable of a Pharisee and a publican
9Εἶπεν δὲ#δε f35 A,W [86%] CP,HF,RP ¦ 1 και 𝕻75ℵB,D,N,Q [14%] TR,OC,NU πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10«Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ‹Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων—ἅρπαγες, ἄδικοι, μοιχοί—ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12Νηστεύω δὶς τοῦ σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.› 13Καὶ ὁ#και ο f35 A,D,N,Q,W [95%] CP,HF,RP,TR,OC ¦ ∼ 2 δε 𝕻75vℵB,T [5%] NU τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι,#εις τον ουρανον επαραι f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 4123 ℵB,Q,T [1%] NU ἀλλ᾿ ἔτυπτεν εἰς#εις f35 A,N,W [95%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,Q,T [5%] NU τὸ στῆθος αὐτοῦ λέγων, ‹Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.› 14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος·#η γαρ εκεινος f35 A,N,Q [98%] CP,HF,RP,OC ¦ 13 W [1%] TR ¦ παρ εκεινον ℵB,T [1%] NU ¦ D is wild ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»
You enter the Kingdom like a child does
15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ#ιδοντες δε rell ¦ ∼ και 1 [1.5%] OC οἱ μαθηταί,#μαθηται rell ¦ 1 αυτου [13%] ἐπετίμησαν#επετιμησαν f35 (A)N,W [96%] CP,HF,RP,TR,OC ¦ επετιμων ℵ(B)(D)T [4%] NU αὐτοῖς. 16Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν·#προσκαλεσαμενος αυτα ειπεν f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ προσεκαλεσατο 2 λεγων ℵ [0.5%] NU ¦ προσεκαλειτο 2 λεγων D [2%] ¦ προσεκαλεσατο λεγων B «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν#εαν f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ αν ℵB,D,W [3%] NU μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»
An upright, rich ruler
18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, «Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» 19Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20Τὰς ἐντολὰς οἶδας· ‹Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.› »#σου f35 ℵN [80%] CP,HF,RP,TR,OC ¦ --- A,B,D,W [20%] NU 21Ὁ δὲ εἶπεν, «Ταῦτα πάντα#ταυτα παντα rell ¦ ∼ 21 A,N [11%] ἐφυλαξάμην#εφυλαξαμην f35 D,N,W [98%] CP,HF,RP,TR,OC ¦ εφυλαξα ℵA,B [2%] NU ἐκ νεότητός μου.»#μου f35 ℵA,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ --- B,D,NU 22Ἀκούσας δὲ ταῦτα#ταυτα f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D [1.5%] NU ὁ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος#διαδος rell ¦ δος ℵA,D,N [11%] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·#ουρανω f35 N,W [98.5%] CP,HF,RP,TR,OC ¦ ουρανοις ℵA [1%] ¦ τοις ουρανοις B,D[NU] ¦ two other variants καὶ δεῦρο, ἀκολούθει μοι.» 23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο,#εγενετο f35 A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ εγενηθη ℵB [0.3%] NU ἦν γὰρ πλούσιος σφόδρα.
Riches tend to keep people out of the Kingdom
24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον#περιλυπον γενομενον f35 A(D)N,W (98.9%) CP,HF,RP,TR,OC[NU] ¦ 1 (0.2%) ¦ --- ℵ(B) (0.9%) εἶπεν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.#εισελευσονται εις την βασιλειαν του θεου f35 A,N,W [88%] CP,HF,RP,TR,OC ¦ ∼ 234561 ℵD [1%] ¦ ∼ 23456 εισπορευονται B [0.2%] NU ¦ 1234 των ουρανων [11%] 25Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος#τρυμαλιας ραφιδος f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ 1 βελονης [1%] ¦ τρηματος βελονης ℵB,D,NU ¦ τρυπηματος βελονης [1%] εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 26Εἶπον δὲ οἱ ἀκούσαντες, «Καὶ τίς δύναται σωθῆναι;» 27Ὁ δὲ εἶπεν, «Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ Θεῷ.»#εστιν παρα τω θεω f35 A,N [92%] CP,HF,RP,TR ¦ ∼ 2341 ℵB [6%] OC,NU ¦ 124 [2%] ¦ ∼ 241 D,W
28Εἶπεν δὲ#δε f35 A,W [85%] CP,HF,RP ¦ 1 ο ℵB,D,N [15%] TR,OC,NU Πέτρος, «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ#αφηκαμεν παντα και f35 ℵA,N,W [98%] CP,HF,RP,TR,OC ¦ αφεντες τα ιδια B [0.2%] NU ¦ τα ιδια αφεντες D ¦ αφεντες 2 τα ιδια [1%] ¦ 2 τα ιδια αφεντες [0.5%] ἠκολουθήσαμέν σοι.» 29Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα#γονεις η αδελφους η γυναικα f35 A,N,W [97%] CP,HF,RP,TR,OC ¦ ∼ 52341 ℵB [0.5%] NU ¦ 123 η αδελφας 45 D [2%] ¦ several other variants ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, 30ὃς οὐ#ος ου f35 A,N,W [95.5%] CP,HF,RP,TR,OC ¦ 1 ουχι ℵB [1%] NU ¦ και 2 Q [1.5%] ¦ 1 [2%] ¦ εαν D μὴ ἀπολάβῃ#απολαβη f35 ℵA,N,W [92%] CP,HF,RP,TR,OC[NU] ¦ λαβη B,D [8%] πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.»
Jesus declares His coming death and resurrection—third time
31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα,#ιεροσολυμα f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ιερουσαλημ ℵB,D [1%] NU καὶ τελεσθήσεται#τελεσθησεται rell ¦ τελειωθησεται [3%] OC πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου· 32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν. Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ#ημερα τη τριτη rell ¦ ∼ 32 [20%] ἀναστήσεται.» 34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
A blind man near Jericho
35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.#προσαιτων f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ επαιτων ℵB(D)Q,T [0.5%] NU 36Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί#τι f35 ℵA,B,T,W [70%] CP,HF,RP,TR,OC,NU ¦ 1 αν D,Q [30%] εἴη τοῦτο.#τουτο rell ¦ ταυτα [1%] OC 37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38Καὶ ἐβόησεν λέγων, «Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.» 39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ·#σιωπηση f35 ℵA,Q [95.5%] CP,HF,RP,TR,OC ¦ σιωπησει [2%] ¦ σιγηση (B,D,W)T [2.5%] NU αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 40Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων,#λεγων f35 A,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,T [1.5%] NU 41«Τί σοι θέλεις ποιήσω;» Ὁ δὲ εἶπεν, «Κύριε, ἵνα ἀναβλέψω.» 42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.» 43Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

المحددات الحالية:

ΚΑΤΑ ΛΟΥΚΑΝ 18: F35

تمييز النص

شارك

نسخ

None

هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول