ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14
14
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ #14:1 τετραρχης ¦ τετρααρχης NA SBL WHτετράρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν #14:2 ιωαννης ¦ ιωανης WHἸωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν #14:3 ιωαννην ¦ ιωανην WHἸωάννην ἔδησεν #14:3 αυτον ¦ --- WHαὐτὸν καὶ #14:3 εθετο εν φυλακη ¦ εν φυλακη απεθετο NA SBL WH ¦ εν τη φυλακη απεθετο THἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγε γὰρ #14:4 αυτω ο ιωαννης ¦ ο ιωαννης αυτω NA ¦ ο ιωανης αυτω WHαὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, #14:5 εφοβηθη ¦ εφοβειτο PCKἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6#14:6 γενεσιων δε αγομενων ¦ γενεσιοις δε γενομενοις CTΓενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρῴδῃ· 7ὅθεν #14:7 μεθ ¦ μετα SBL WHμεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν #14:8 ιωαννου ¦ ιωανου WHἸωάννου τοῦ βαπτιστοῦ. 9Καὶ #14:9 ελυπηθη ο βασιλευς δια δε 97.6% ¦ λυπηθεις ο βασιλευς δια CT 1.2%ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι· 10καὶ πέμψας ἀπεκεφάλισε #14:10 τον ιωαννην ¦ ιωανην WHτὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ #14:12 σωμα ¦ πτωμα CTσῶμα, καὶ ἔθαψαν #14:12 αυτο ¦ αυτον CTαὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13 # 14:13 και ακουσας ¦ ακουσας δε ANT CT Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν #14:14 ο ιησους ¦ --- CTὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ #14:14 αυτοις ¦ αυτους TRαὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15Ὀψίας δὲ γενομένης, #14:15 προσηλθον ¦ προσηλθαν WHπροσῆλθον αὐτῷ οἱ μαθηταὶ #14:15 αυτου ¦ --- CTαὐτοῦ, λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18Ὁ δὲ εἶπε, Φέρετέ μοι #14:18 αυτους ωδε 98.1% ¦ ωδε αυτους CT 0.2%αὐτοὺς ὧδε. 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ #14:19 τους χορτους ¦ του χορτου CTτοὺς χόρτους, #14:19 λαβων ¦ και λαβων TRλαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ἠνάγκασεν #14:22 ο ιησους ¦ --- CTὁ Ἰησοῦς τοὺς #14:22 μαθητας ¦ μαθητας αυτου ANT PCK TRμαθητὰς ἐμβῆναι εἰς #14:22 το ¦ --- SBL WHτὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη #14:24 μεσον της θαλασσης ην ¦ σταδιους πολλους απο της γης απειχε NA SBL WHμέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς #14:25 απηλθε ¦ ηλθε CTἀπῆλθε πρὸς αὐτοὺς #14:25 ο ιησους ¦ --- CTὁ Ἰησοῦς, περιπατῶν ἐπὶ #14:25 της θαλασσης ¦ την θαλασσαν CTτῆς θαλάσσης. 26#14:26 και ιδοντες αυτον οι μαθηται 94.1% ¦ οι δε μαθηται ιδοντες αυτον NA SBL WH 0.9%Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ #14:26 την θαλασσαν ¦ της θαλασσης CTτὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27#14:27 ευθεως ¦ ευθυς CTΕὐθέως δὲ ἐλάλησεν #14:27 αυτοις ο ιησους ¦ ο ιησους αυτοις NA TH WHαὐτοῖς ὁ Ἰησοῦς, λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28Ἀποκριθεὶς δὲ #14:28 αυτω ο πετρος ειπε ¦ ο πετρος ειπε PCK ¦ ο πετρος ειπεν αυτω WHαὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με #14:28 προς σε ελθειν ¦ ελθειν προς σε CTπρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου #14:29 ο ¦ --- SBL TH WHὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, #14:29 ελθειν ¦ και ηλθε CTἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον #14:30 ισχυρον ¦ --- WHἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε, λέγων, Κύριε, σῶσόν με. 31#14:31 ευθεως δε ¦ και ευθεως PCKΕὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32Καὶ #14:32 εμβαντων ¦ αναβαντων CTἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· 33οἱ δὲ ἐν τῷ πλοίῳ #14:33 ελθοντες ¦ --- CTἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.
34Καὶ διαπεράσαντες #14:34 ηλθον ¦ ηλθαν WHἦλθον #14:34 εις την γην ¦ επι την γην εις CTεἰς τὴν γῆν #14:34 γεννησαρετ ¦ γενησαρετ PCKΓεννησαρέτ. 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36καὶ παρεκάλουν αὐτόν, ἵνα #14:36 μονον ¦ καν μονον ANT PCKμόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
Public Domain