1
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:45
Byzantine Textform 2018
Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Ṣe Àfiwé
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:45
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27
Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ' οὐ παρὰ θεῷ• πάντα γὰρ δυνατά ἐστιν παρὰ τῷ θεῷ.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε• ἡ πίστις σου σέσωκέν σε. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:9
Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:9
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21
Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ• ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ• καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51
Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43
Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν• ἀλλ' ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος•
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15
Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6-8
ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ.
Ṣàwárí ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6-8
Ilé
Bíbélì
Àwon ètò
Àwon Fídíò