1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
Byzantine Textform 2018
Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
Ṣe Àfiwé
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με• τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ• καὶ δεῦρο, ἀκολούθει μοι.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
Ὁ δὲ εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται• καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23
¶ Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ṣàwárí ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23
Ilé
Bíbélì
Àwon ètò
Àwon Fídíò