1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
Scrivener’s Textus Receptus 1894
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Порівняти
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
ὅτί στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς·
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ·
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Дослідити ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
Головна
Біблія
Плани
Відео