ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22
22
Parable of the wedding feast
1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς,#αυτοις εν παραβολαις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 231 B,D [2%] NU ¦ ∼ 31 ℵ ¦ 23 [0.5%] λέγων· 2«Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. 3Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα·#ητοιμασα f35 W [96%] RP,HF,OC,CP,TR ¦ ητοιμακα ℵB,C,D [4%] NU οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» › 5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον—ὁ#ο f35 ℵC [95%] RP,HF,OC,CP,TR ¦ ος B,W [5%] NU ¦ οι D μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ#ο f35 [95%] RP,HF,OC,CP,TR ¦ ος ℵB,C,W [5%] NU ¦ οι D δὲ εἰς#εις f35 W [96%] RP,HF,OC,CP,TR ¦ επι ℵB,C,D [4%] NU τὴν ἐμπορίαν αὐτοῦ. 6Οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος#και ακουσας ο βασιλευς εκεινος f35 C,W [95%] RP,HF,CP ¦ ∼ 5342 D ¦ ∼ 2 δε 345 [1%] OC ¦ ∼ 2 δε 34 TR ¦ ∼ 3 δε 42 [1%] ¦ ∼ 3 δε 4 ℵB [2%] NU ¦ ∼ 3 δε 425 [1%] ¦ one other variant ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8»Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ‹Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν#αν f35 D,W [60%] RP,HF,TR ¦ εαν ℵB,C [40%] OC,CP,NU ¦ --- [0.5%] εὕρητε καλέσατε εἰς τοὺς γάμους.› 10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους#οσους f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ ους ℵB,D [0.5%] NU εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου. 12Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› Ὁ δὲ ἐφιμώθη. 13Τότε εἶπεν ὁ βασιλεὺς#ειπεν ο βασιλευς f35 C,D,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB [2%] NU τοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας,#χειρας και ποδας f35 [60%] CP ¦ ∼ 321 ℵB,C,W [40%] RP,HF,OC,TR,NU ¦ ποδων 2 χειρων D ἄρατε αὐτὸν καὶ#αρατε αυτον και f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB [3%] NU ¦ 3 D ἐκβάλετε#εκβαλετε f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ 1 αυτον ℵB(D) [3%] NU εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»
Jesus bests the Herodians
15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει#μελει rell ¦ μελλει [10%] σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» 18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί; 19Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκαν#προσηνεγκαν rell ¦ προνηνεγκαν CP αὐτῷ δηνάριον. 20Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» 21Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 22Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.#απηλθον rell ¦ απηλθαν B,D,W [0.5%] NU
Jesus bests the Sadducees
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ#οι f35 [65%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D,W [35%] NU λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24λέγοντες· «Διδάσκαλε, Μωσῆς#μωσης f35 ℵ [95%] RP,HF,OC,CP,TR ¦ μωυσης B,D,W [5%] NU εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος γαμήσας#γαμησας f35 D,W [97%] RP,HF,OC,CP,TR ¦ γημας ℵB [3%] NU ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ#και f35 D [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [3%] NU ἡ γυνή. 28Ἐν τῇ οὖν ἀναστάσει#ουν αναστασει f35 W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,D [5%] NU τίνος τῶν ἑπτὰ ἔσται#εσται rell ¦ 1 η [1%] OC γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.» 29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται,#εκγαμιζονται f35 [93%] RP,HF,OC,CP,TR ¦ γαμιζονται ℵB,D [5%] NU ¦ γαμισκονται W [1%] ¦ three other variants [1%] ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦ#του θεου f35 W [95%] RP,HF,CP,TR ¦ 2 ℵ [4%] OC ¦ --- B,D [1%] NU ἐν#εν f35 D,W [95%] RP,HF,OC,CP,TR ¦ 1 τω ℵB [5%] NU οὐρανῷ εἰσιν. 31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, 32‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν ὁ Θεὸς#ο θεος f35 [97.5%] RP,HF,OC,CP,TR ¦ 1 B [2%] [NU] ¦ --- ℵD,W [0.5%] (An easy case of homoioteleuton, or -arcton, or both.) Θεὸς νεκρῶν ἀλλὰ ζώντων.» 33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Jesus bests the Pharisees
34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός,#νομικος rell [NU] ¦ --- [1%] πειράζων αὐτόν, καὶ λέγων,#και λεγων f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU 36«Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;» 37Ὁ δὲ Ἰησοῦς#ιησους f35 (D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU ἔφη#εφη rell ¦ ειπεν W [5%] TR αὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ#τη f35 D [40%] OC,TR,NU ¦ --- ℵB,W [60%] RP,HF,CP καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ#τη f35 ℵD [60%] OC,TR,NU ¦ --- B,W [40%] RP,HF,CP ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.› 38Αὕτη ἐστὶν πρώτη καὶ μεγάλη#πρωτη και μεγαλη f35 [95%] RP,HF,OC,CP,TR ¦ ∼ 321 D ¦ ∼ η 321 ℵB [3.5%] NU ¦ η 123 [1%] ¦ η 12 η 3 W ἐντολή. 39Δευτέρα δὲ ὁμοία αὕτη,#αὕτη f35 [50%] ¦ αὐτῇ [50%] RP,HF,OC,CP,TR,NU ¦ ταυτη D ¦ --- B (some uncials can be ambiguous) ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› 40Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ Νόμος καὶ οἱ Προφῆται κρέμανται.»#και οι προφηται κρεμανται f35 W [99%] RP,HF,OC,CP,TR ¦ ∼ κρεμαται 123 ℵB,D [1%] NU
David’s Son and Lord
41Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42λέγων, «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος υἱός ἐστιν;» Λέγουσιν αὐτῷ, «Τοῦ Δαυίδ.» 43Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ,#κυριον αυτον καλει f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 321 D [0.5%] NU [ ∼ 3221 B] ¦ ∼ 312 ℵ [0.5%] ¦ two other variants λέγων, 44‹Εἶπεν ὁ#ο f35 W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον#υποποδιον f35 W [97%] RP,HF,OC,CP,TR ¦ υποκατω ℵB,D [3%] NU τῶν ποδῶν σου» ›; 45Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν;» 46Καὶ οὐδεὶς ἐδύνατο#εδυνατο rell ¦ ηδυνατο [5%] CP ἀποκριθῆναι αὐτῷ#αποκριθηναι αυτω f35 ℵB,D [30%] NU ¦ ∼ 21 W [69%] RP,HF,OC,CP,TR ¦ 1 [1%] λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι#επερωτησαι rell ¦ επερωταν CP αὐτὸν οὐκέτι.
Айни замон обунашуда:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22: F35
Лаҳзаҳои махсус
Паҳн кунед
Нусха
Want to have your highlights saved across all your devices? Sign up or sign in