ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28
28
1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε #28:1 μαρια ¦ μαριαμ NA SBL THΜαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. 2Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, #28:2 προσελθων ¦ και προσελθων CTπροσελθὼν ἀπεκύλισε τὸν λίθον #28:2 απο της θυρας ¦ --- CTἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3Ἦν δὲ ἡ #28:3 ιδεα ¦ ειδεα CTἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν #28:3 ωσει ¦ ως CTὡσεὶ χιών. 4Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ #28:4 εγενοντο ωσει ¦ εγενηθησαν ως CTἐγένοντο ὡσεὶ νεκροί. 5Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί, Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. 6Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπε. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο #28:6 ο κυριος ¦ --- CTὁ Κύριος. 7Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδού, εἶπον ὑμῖν. 8Καὶ #28:8 εξελθουσαι ¦ απελθουσαι CTἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9#28:9 ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου 81.6% ¦ --- CT 11.6%Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, #28:9 ιησους ¦ ο ιησους TRἸησοῦς #28:9 απηντησεν ¦ υπηντησεν CTἀπήντησεν αὐταῖς, λέγων, Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. 10Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, #28:10 και εκει ¦ κακει ANT BYZ CT TRκαὶ ἐκεῖ με ὄψονται.
11Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν #28:14 αυτον ¦ --- TH WHαὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15Οἱ δὲ λαβόντες #28:15 τα ¦ --- WHτὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς #28:15 σημερον ¦ σημερον ημερας NA SBL WHσήμερον.
16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν #28:17 αυτω ¦ --- CTαὐτῷ· οἱ δὲ ἐδίστασαν. 18Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ #28:18 γης ¦ της γης NA SBL WHγῆς. 19#28:19 πορευθεντες ¦ πορευθεντες ουν CT TRΠορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. #28:20 αμην ¦ --- CTἈμήν.#28:20 The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους η΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.
ప్రస్తుతం ఎంపిక చేయబడింది:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28: TCGNT
హైలైట్
షేర్ చేయి
కాపీ
మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి