ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26

26
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς #26:1 παντας ¦ --- PCKπάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ, 2Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς #26:3 και οι γραμματεις ¦ --- CTκαὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν #26:4 δολω κρατησωσι ¦ κρατησωσι δολω TRδόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7προσῆλθεν αὐτῷ γυνὴ #26:7 αλαβαστρον μυρου εχουσα ¦ εχουσα αλαβαστρον μυρου CTἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ #26:7 την κεφαλην ¦ της κεφαλης CTτὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8Ἰδόντες δὲ οἱ μαθηταὶ #26:8 αυτου ¦ --- CTαὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη; 9#26:9 ηδυνατο ¦ εδυνατο CTἨδύνατο γὰρ τοῦτο #26:9 το μυρον ¦ --- CTτὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι #26:9 πτωχοις ¦ τοις πτωχοις ANT BYZ PCKπτωχοῖς. 10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν #26:10 ειργασατο ¦ ηργασατο CTεἰργάσατο εἰς ἐμέ. 11#26:11 παντοτε γαρ τους πτωχους ¦ τους πτωχους γαρ παντοτε ANT BYZ HFΠάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, 15εἶπε, Τί θέλετέ μοι δοῦναι, #26:15 καγω ¦ και εγω ANT BYZ PCKκἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια, 16καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες #26:17 αυτω ¦ --- CTαὐτῷ, Ποῦ θέλεις #26:17 ετοιμασομεν ¦ ετοιμασωμεν ANT BYZ CT TRἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα; 18Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. 19Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν #26:20 δωδεκα ¦ δωδεκα μαθητων SBL WHδώδεκα. 21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ #26:22 εκαστος αυτων ¦ εις εκαστος CTἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε; 23Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ #26:23 εν τω τρυβλιω την χειρα ¦ την χειρα εν τω τρυβλιω CTἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, #26:25 ραββι ¦ ραββει TH WHῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.
26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς #26:26 τον ¦ --- CTτὸν ἄρτον, καὶ #26:26 ευχαριστησας ¦ ευλογησας CT PCK TRεὐχαριστήσας ἔκλασε καὶ #26:26 εδιδου τοις μαθηταις και ¦ δους τοις μαθηταις CTἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 27Καὶ λαβὼν #26:27 το ¦ --- CTτὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· 28τοῦτο γάρ ἐστι τὸ αἷμά μου, #26:28 το της καινης ¦ της CTτὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν #26:28 εκχυνομενον ¦ εκχυννομενον CTἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29Λέγω δὲ ὑμῖν #26:29 οτι ¦ --- CTὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ #26:29 γεννηματος ¦ γενηματος ANT CT PCKγεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ #26:31 διασκορπισθησεται ¦ διασκορπισθησονται ANT CTδιασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. 32Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ #26:33 παντες ¦ και παντες PCK TRπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ #26:33 δε ¦ --- BYZ CT PCK TRδὲ οὐδέποτε σκανδαλισθήσομαι. 34Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 35Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε #26:35 απαρνησωμαι ¦ απαρνησομαι ANT BYZ CT TRἀπαρνήσωμαι. Ὁμοίως #26:35 δε ¦ --- CT TRδὲ καὶ πάντες οἱ μαθηταὶ #26:35 ειπον ¦ ειπαν NA SBL WHεἶπον.
36Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον #26:36 γεθσημανη ¦ γεθσημανι NA SBL ¦ γεθσημανει TH WHΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν #26:36 προσευξωμαι εκει ¦ εκει προσευξωμαι CTπροσεύξωμαι ἐκεῖ. 37Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38Τότε λέγει αὐτοῖς #26:38 ο ιησους ¦ --- CT TRὁ Ἰησοῦς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. 39Καὶ #26:39 προσελθων ¦ προελθων ANT NA PCK SBL TR WHπροσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, #26:39 παρελθετω ¦ παρελθατω CTπαρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. 40Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; 41Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο #26:42 το ποτηριον ¦ --- CTτὸ ποτήριον παρελθεῖν #26:42 απ εμου ¦ --- CTἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43Καὶ ἐλθὼν #26:43 ευρισκει αυτους παλιν ¦ ευρεν αυτους παλιν PCK ¦ παλιν ευρεν αυτους CTεὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44Καὶ ἀφεὶς αὐτοὺς #26:44 απελθων παλιν ¦ παλιν απελθων CTἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον #26:44 ειπων ¦ ειπων παλιν NA SBL WHεἰπών. 45Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς #26:45 αυτου ¦ --- CTαὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε #26:45 το ¦ --- WHτὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, #26:46 ηγγικεν ¦ --- PCKἤγγικεν ὁ παραδιδούς με.
47Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν #26:48 αν ¦ εαν PCKἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. 49Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, #26:49 ραββι ¦ ραββει TH WHῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ #26:50 ω ¦ ο CTᾧ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. 51Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν #26:52 σου την μαχαιραν ¦ την μαχαιραν σου CTσου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν #26:52 μαχαιρα ¦ μαχαιρη CTμαχαίρᾳ #26:52 αποθανουνται ¦ απολουνται CT TRἀποθανοῦνται. 53Ἢ δοκεῖς ὅτι οὐ δύναμαι #26:53 αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι ¦ παρακαλεσαι τον πατερα μου και παραστησει μοι αρτι CTἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι #26:53 πλειους η ¦ πλειω NA SBL WH ¦ πλειους THπλείους ἢ δώδεκα #26:53 λεγεωνας ¦ λεγιωνας CTλεγεῶνας ἀγγέλων; 54Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;
55Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν #26:55 εξηλθετε ¦ εξηλθατε CTἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν #26:55 προς υμας ¦ --- CTπρὸς ὑμᾶς #26:55 εκαθεζομην διδασκων εν τω ιερω ¦ εκαθεζομην εν τω ιερω διδασκων PCK ¦ εν τω ιερω εκαθεζομην διδασκων CTἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. 59Οἱ δὲ ἀρχιερεῖς #26:59 και οι πρεσβυτεροι ¦ --- CTκαὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως #26:59 θανατωσωσιν αυτον ¦ αυτον θανατωσωσι CT TRθανατώσωσιν αὐτόν, 60καὶ οὐχ εὗρον. #26:60 και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον ¦ πολλων προσελθοντων ψευδομαρτυρων CTΚαὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. 61Ὕστερον δὲ προσελθόντες δύο #26:61 ψευδομαρτυρες ¦ --- CTψευδομάρτυρες #26:61 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι #26:61 αυτον ¦ --- CTαὐτόν. 62Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; 63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ #26:63 αποκριθεις ¦ --- CTἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ. 64Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65Τότε ὁ ἀρχιερεὺς #26:65 διερρηξε ¦ διερηξε WHδιέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων #26:65 οτι ¦ --- CTὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν #26:65 αυτου ¦ --- CTαὐτοῦ. 66Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες #26:66 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Ἔνοχος θανάτου ἐστί. 67Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ #26:67 ερραπισαν ¦ εραπισαν CTἐρράπισαν, 68λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;
69Ὁ δὲ Πέτρος #26:69 εξω εκαθητο ¦ εκαθητο εξω CTἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν #26:70 αυτων ¦ --- CT TRαὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. 71Ἐξελθόντα δὲ #26:71 αυτον ¦ --- CTαὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει #26:71 αυτοις ¦ τοις CT TRαὐτοῖς ἐκεῖ, #26:71 και ¦ --- CTΚαὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72Καὶ πάλιν ἠρνήσατο #26:72 μεθ ¦ μετα CTμεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74Τότε ἤρξατο #26:74 καταθεματιζειν ¦ καταναθεματιζειν TRκαταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ #26:74 ευθεως ¦ ευθυς TH WHεὐθέως ἀλέκτωρ ἐφώνησε. 75Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος #26:75 του ¦ --- ANT CT PCKτοῦ Ἰησοῦ εἰρηκότος #26:75 αυτω ¦ --- CTαὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.

ప్రస్తుతం ఎంపిక చేయబడింది:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26: TCGNT

హైలైట్

షేర్ చేయి

కాపీ

None

మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి