ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15

15
1Τότε προσέρχονται τῷ Ἰησοῦ #15:1 οι απο ιεροσολυμων γραμματεις και φαρισαιοι ¦ απο ιεροσολυμων φαρισαιοι και γραμματεις CTοἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες, 2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας #15:2 αυτων ¦ --- WHαὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4Ὁ γὰρ Θεὸς #15:4 ενετειλατο λεγων ¦ ειπε CTἐνετείλατο, λέγων, Τίμα τὸν #15:4 πατερα ¦ πατερα σου TRπατέρα καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, #15:5 και ¦ --- CTκαὶ οὐ μὴ #15:5 τιμηση ¦ τιμησει CTτιμήσῃ τὸν πατέρα αὐτοῦ #15:5 η την μητερα αυτου ¦ η την μητερα PCK ¦ --- CTἢ τὴν μητέρα αὐτοῦ· 6καὶ ἠκυρώσατε #15:6 την εντολην 98.2% ¦ τον λογον CT 0.5%τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν· 7ὑποκριταί, καλῶς #15:7 προεφητευσε ¦ επροφητευσε CTπροεφήτευσε περὶ ὑμῶν Ἠσαΐας, λέγων,
8 # 15:8 εγγιζει μοι ο λαος ουτος τω στοματι αυτων και ¦ ο λαος ουτος CT Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν,
καὶ τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
9Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. 11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12Τότε προσελθόντες οἱ μαθηταὶ #15:12 αυτου ¦ --- NA SBL WHαὐτοῦ #15:12 ειπον ¦ λεγουσιν CTεἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι #15:12 ακουσαντες τον λογον εσκανδαλισθησαν ¦ εσκανδαλισθησαν ακουσαντες τον λογον ANTἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13Ὁ δὲ ἀποκριθεὶς εἶπε, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. 14Ἄφετε αὐτούς· #15:14 οδηγοι εισι τυφλοι τυφλων ¦ τυφλοι εισιν οδηγοι τυφλων NA SBL TH ¦ τυφλοι εισιν οδηγοι WHὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον #15:14 πεσουνται ¦ εμπεσουνται PCKπεσοῦνται.
15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν #15:15 ταυτην ¦ --- TH WHταύτην. 16Ὁ δὲ #15:16 ιησους ¦ --- CTἸησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17#15:17 ουπω ¦ ου CTΟὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· 20ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα #15:22 εκραυγασεν αυτω ¦ εκραζε CTἐκραύγασεν αὐτῷ, λέγουσα, Ἐλέησόν με, Κύριε, #15:22 υιε ¦ υιος CTυἱὲ #15:22 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ #15:23 ηρωτων ¦ ηρωτουν CTἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25Ἡ δὲ ἐλθοῦσα #15:25 προσεκυνησεν ¦ προσεκυνει CT TRπροσεκύνησεν αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. 26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27Ἡ δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν #15:30 χωλους τυφλους κωφους κυλλους ¦ χωλους τυφλους κυλλους κωφους NA ¦ κωφους τυφλους χωλους κυλλους SBL ¦ χωλους κωφους τυφλους κυλλους TH ¦ χωλους κυλλους τυφλους κωφους WHχωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ #15:30 ερριψαν ¦ εριψαν WHἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας #15:30 του ιησου ¦ αυτου CTτοῦ Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς· 31ὥστε #15:31 τους οχλους ¦ τον οχλον CTτοὺς ὄχλους θαυμάσαι, βλέποντας #15:31 κωφους ¦ κωφους ακουοντας αλαλους ANTκωφοὺς λαλοῦντας, #15:31 κυλλους υγιεις ¦ --- WHκυλλοὺς ὑγιεῖς, #15:31 χωλους ¦ και χωλους CTχωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ #15:31 εδοξασαν ¦ εδοξαζον PCKἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη #15:32 ημεραι ¦ ημερας PCK TRἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς #15:32 νηστεις ¦ νηστις PCKνήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ #15:33 αυτου ¦ --- CTαὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ #15:34 ειπον ¦ ειπαν NA SBL WHεἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35Καὶ #15:35–36 εκελευσε τοις οχλοις αναπεσειν επι την γην και λαβων 76% ¦ παραγγειλας τω οχλω αναπεσειν επι την γην ελαβε CT 1%ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν· 36καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, #15:36 ευχαριστησας ¦ και ευχαριστησας NA SBL WHεὐχαριστήσας ἔκλασε, καὶ #15:36 εδωκε ¦ εδιδου CTἔδωκε τοῖς μαθηταῖς #15:36 αυτου ¦ --- CTαὐτοῦ, οἱ δὲ μαθηταὶ #15:36 τω οχλω ¦ τοις οχλοις ANT CTτῷ ὄχλῳ. 37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ #15:37 ηραν το περισσευον των κλασματων ¦ το περισσευον των κλασματων ηραν CTἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ #15:37 σπυριδας ¦ σφυριδας WHσπυρίδας πλήρεις. 38Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39Καὶ ἀπολύσας τοὺς ὄχλους #15:39 ενεβη ¦ ανεβη BYZ HFἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια #15:39 μαγδαλα ¦ μαγαδαν CTΜαγδαλά.

ప్రస్తుతం ఎంపిక చేయబడింది:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15: TCGNT

హైలైట్

షేర్ చేయి

కాపీ

None

మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి