ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6

6
1 # 6:1 προσεχετε ¦ προσεχετε δε NA SBL WH Προσέχετε τὴν #6:1 ελεημοσυνην ¦ δικαιοσυνην CTἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. 2Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 3Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ #6:4 αυτος αποδωσει σοι εν τω φανερω 73.5% ¦ αποδωσει σοι εν τω φανερω ANT 18.4% ¦ αποδωσει σοι CT 5.5%αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.
5Καὶ ὅταν #6:5 προσευχη ουκ εση ωσπερ ¦ προσευχησθε ουκ εσεσθε ως CTπροσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως #6:5 αν ¦ --- CTἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν #6:5 οτι ¦ --- CTὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ #6:6 ταμιειον ¦ ταμειον CT PCKταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι #6:6 εν τω φανερω 96.9% ¦ --- CT 1.9%ἐν τῷ φανερῷ.
7Προσευχόμενοι δὲ μὴ #6:7 βαττολογησητε ¦ βατταλογησητε CTβαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ #6:8 ο ¦ ο θεος ο WHὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. 9Οὕτως οὖν προσεύχεσθε ὑμεῖς·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου.
10 # 6:10 ελθετω ¦ ελθατω WH Ἐλθέτω ἡ βασιλεία σου.
Γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ #6:10 της ¦ --- CTτῆς γῆς.
11Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
12Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς #6:12 αφιεμεν ¦ αφηκαμεν CTἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
13Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
# 6:13 οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην 92.6% ¦ --- CT 1.2% Ὅτι σοῦ ἐστιν ἡ βασιλεία
καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
14Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις #6:15 τα παραπτωματα αυτων 97.3% ¦ --- NA SBL 1.1%τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
16Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε #6:16 ωσπερ ¦ ως CTὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν #6:16 οτι ¦ --- CTὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 17Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, 18ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ #6:18 κρυπτω ¦ κρυφαιω CTκρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ #6:18 κρυπτω ¦ κρυφαιω CTκρυπτῷ ἀποδώσει #6:18 σοι ¦ σοι εν τω φανερω ANT TRσοι.
19Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· 20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν. 21Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς #6:21 υμων … υμων ¦ σου … σου CTὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
22Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν #6:22 ο οφθαλμος σου απλους η ¦ η ο οφθαλμος σου απλους CTὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου #6:22 φωτεινον ¦ φωτινον WHφωτεινὸν ἔσται· 23ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου #6:23 σκοτεινον ¦ σκοτινον WHσκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
24Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ #6:24 μαμωνα ¦ μαμμωνα TRμαμωνᾷ.
25Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε #6:25 και τι πιητε ¦ η τι πιητε NA TH WH ¦ --- SBLκαὶ τί πίητε· μηδὲ τῷ σώματι ὑμῶν, τί #6:25 ενδυσησθε ¦ ενδυσεσθε PCKἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ #6:25 πλειον ¦ πλειων PCKπλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς #6:28 αυξανει ου κοπια ουδε νηθει ¦ αυξανουσιν ου κοπιωσιν ουδε νηθουσι NA SBL WH ¦ αυξανουσιν ου κοπιουσιν ουδε νηθουσι THαὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· 29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31Μὴ οὖν μεριμνήσητε, λέγοντες, Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; 32Πάντα γὰρ ταῦτα τὰ ἔθνη #6:32 επιζητει ¦ επιζητουσιν CTἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν #6:33 του θεου 97% ¦ --- SBL WH 0.1%τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
34Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει #6:34 τὰ ἑαυτῆς ¦ ἑαυτῆς NA TH ¦ αὑτῆς SBL WHτὰ ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Märk

Dela

Kopiera

None

Vill du ha dina höjdpunkter sparade på alla dina enheter? Registrera dig eller logga in