ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4
4
Jesus tested by Satan
1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα#τεσσαρακοντα f35 W [99%] RP,HF,OC,CP,TR ¦ τεσσερακοντα ℵB(C) [1%] NU ¦ μ D καὶ νύκτας τεσσαράκοντα,#τεσσαρακοντα f35 (D)W [99%] RP,HF,OC,CP,TR ¦ τεσσερακοντα (ℵ)B,C [1%] NU ὕστερον ἐπείνασεν. 3Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν,#αυτω ο πειραζων ειπεν f35 C [98%] RP,HF,OC,CP,TR ¦ ∼ 2341 ℵB,W [2%] NU ¦ 123 και 41 D «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Γέγραπται· ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται#ζησεται f35 [90%] RP,HF,OC,CP,TR ¦ 1 ο ℵB,C,D,W [10%] NU ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.› » 5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησιν#ιστησιν f35 W [99%] RP,HF,OC,CP,TR ¦ εστησεν ℵB,C,D [1%] NU αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› » 7Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Πάλιν γέγραπται· ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› » 8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν. 9Καὶ λέγει#λεγει f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ειπεν ℵB,C,D [1.5%] NU αὐτῷ, «Ταῦτα πάντα σοι#παντα σοι f35 D [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,W [1.5%] NU δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.» 10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου,#οπισω μου f35 D (88.1%) RP,HF,OC,CP ¦ --- ℵB,C,W (11.8%) TR,NU ¦ two other variants (0.1%) Σατανᾶ· γέγραπται γάρ· ‹Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.› » 11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Jesus chooses Capernaum as His base of operations—27 AD
12Ἀκούσας δὲ ὁ Ἰησοῦς#ο ιησους f35 W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [1%] NU ὅτι Ἰωάννης παρεδόθη,#παρεδοθη rell ¦ παρεδωθη CP ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13Καὶ καταλιπὼν τὴν Ναζαρέτ,#ναζαρετ f35 [89%] RP,HF,OC,CP,TR ¦ ναζαρεθ ℵD,W [10%] ¦ ναζαρα B [0.5%] NU ¦ ναζαραθ C [0.5%] ¦ one other spelling ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ#καπερναουμ f35 C [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB,D,W [1%] NU τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·#νεφθαλειμ f35 ℵB,C,D [89%] RP,HF,OC,CP,TR ¦ νεφθαλιμ W [10%] NU ¦ νεφθαλημ [1%] 14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 15«Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς#ειδεν φως f35 (D) [97%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,W [3%] NU μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.»
Peter, Andrew, James and John
17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» 18Περιπατῶν δὲ#δε rell ¦ 1 ο ιησους [5%] TR παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα (τὸν λεγόμενον Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς. 19Καὶ λέγει αὐτοῖς, «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» 20Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον (τὸν τοῦ Ζεβεδαίου) καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
A tour of Galilee
23Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς,#ολην την γαλιλαιαν ο ιησους f35 W (90.8%) RP,HF,OC,CP,TR ¦ ∼ 45123 D (7.6%) ¦ 2345 (0.3%) ¦ 123 (0.5%) ¦ 45 (0.2%) ¦ ∼ 45 εν ολη τη γαλιλαια C (0.1%) ¦ ∼ 45 εν τη γαλιλαια ℵ ¦ εν ολη τη γαλιλαια B (alone) NU ¦ καθ ολης της γαλιλαιας 45 (0.3%) ¦ three other variants (0.2%) διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας—ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ#και f35 ℵD,W [98%] RP,HF,OC,CP,TR[NU] ¦ --- B,C [2%] δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς—καὶ ἐθεράπευσεν αὐτούς. 25Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Zvasarudzwa nguva ino
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4: F35
Sarudza vhesi
Pakurirana nevamwe
Sarudza zvinyorwa izvi
Unoda kuti zviratidziro zvako zvichengetedzwe pamidziyo yako yose? Nyoresa kana kuti pinda