Mufananidzo weYouVersion
Mucherechedzo Wekutsvaka

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4

4
Jesus and the Samaritans
1Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς#ο ιησους f35 𝕻66ℵD (21.7%) CP,NU ¦ ο κυριος 𝕻75A,B,C,W (76.9%) HF,RP,OC,TR ¦ --- (1.4%) ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης 2(καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ), 3ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν#απηλθεν f35 A,B (91.1%) CP,HF,RP,OC ¦ 1 παλιν 𝕻66,75ℵC,D,W (8.6%) TR,NU ¦ long omissions (0.3%) [homoioteleuton] εἰς τὴν Γαλιλαίαν.
The setting
4Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. 5Ἔρχεται οὖν εἰς πόλιν τῆς#της rell ¦ --- CP Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου οὗ#ου f35 𝕻66C,D,N,W [40%] CP ¦ ο 𝕻75ℵA,B [60%] HF,RP,OC,TR,NU ἔδωκεν Ἰακὼβ#ιακωβ f35 A,C,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ 1 τω 𝕻66,75ℵB [0.5%] [NU] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. 6Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ#ωσει f35 [98%] CP,HF,RP,OC,TR ¦ ως 𝕻66,75ℵA,B,C,D,N,W [2%] NU ἕκτη.
The woman
7Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Δός μοι πιεῖν.»#πιειν f35 A,N,W [98%] CP,HF,RP,OC,TR ¦ πειν 𝕻66,75B,C,D [1%] NU ¦ πιν ℵ ¦ ποιειν [1%] 8(Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.) 9Λέγει οὖν#ουν f35 𝕻66,75A,B,C,D,N,W (86.7%) CP,HF,RP,OC,TR,NU ¦ --- ℵ (13.3%) αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, «Πῶς σύ, Ἰουδαῖος ὤν, παρ᾿ ἐμοῦ πιεῖν αἰτεῖς,#πιειν αιτεις f35 N [99%] CP,HF,RP,OC,TR ¦ πειν 2 𝕻75B,C,D [0.5%] NU ¦ πιν αιτις ℵ ¦ πιν 2 A [0.5%] ¦ ∼ ετεις πειν 𝕻66 ¦ πιν ετις W οὔσης γυναικὸς Σαμαρείτιδος;»#ουσης γυναικος σαμαρειτιδος f35 [99%] CP,HF,RP,OC,TR ¦ ∼ 231 A,B,C [0.3%] ¦ ∼ 213 𝕻75 ¦ ∼ 2 σαμαριτιδος 1 𝕻63N,W [0.3%] NU ¦ 2 σαμαριτιδος D ¦ ∼ σαμαριτιδος 1 𝕻66ℵ [The early uncials do manage to spread themselves around!] (οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις).#σαμαρειταις f35 𝕻75A,B,C,N [99.5%] CP,HF,RP,OC,TR ¦ σαμαριταις 𝕻66W [0.5%] NU ¦ --- ℵD omit clause 10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‹Δός μοι πιεῖν,›#πιειν f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ πειν 𝕻66,75B,C [0.5%] NU ¦ πιν ℵW ¦ two other readings σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.» 11Λέγει αὐτῷ ἡ γυνή·#η γυνη f35 (𝕻66)A,C,D,N,W (99.8%) CP,HF,RP,OC,TR[NU] ¦ εκεινη ℵ ¦ --- 𝕻75B «Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;» 13Ἀπεκρίθη#απεκριθη rell ¦ 1 ο N [5%] TR Ἰησοῦς καὶ εἶπεν αὐτῇ· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, 14ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ#διψηση f35 𝕻66W [90%] HF,RP,OC,TR ¦ διψησει 𝕻75ℵA,B(D)N [10%] CP,NU ¦ --- C has long omission εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» 15Λέγει πρὸς αὐτὸν ἡ γυνή, «Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι#ερχωμαι f35 A,C,D,W [55%] OC,TR ¦ ερχομαι N [45%] CP,HF,RP ¦ διερχωμαι 𝕻66ℵ [alone] NU ¦ διερχομαι 𝕻75B ἐνθάδε ἀντλεῖν.»
16Λέγει αὐτῇ ὁ Ἰησοῦς,#ο ιησους f35 D,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ 2 (ℵ)A [1%] ¦ --- 𝕻66,75B,C [0.5%] NU «Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.» 17Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν,#ειπεν f35 (ℵ)A,D,W [90%] CP,HF,RP,OC,TR ¦ 1 αυτω 𝕻66B,C,N [10%] NU ¦ λεγει αυτω 𝕻75 «Οὐκ ἔχω ἄνδρα.» Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Καλῶς εἶπας ὅτι ‹Ἄνδρα οὐκ ἔχω›· 18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.» 19Λέγει αὐτῷ ἡ γυνή· «Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20Οἱ πατέρες ἡμῶν#ημων rell ¦ υμων OC ἐν τῷ ὄρει τούτῳ#τω ορει τουτω rell ¦ ∼ 312 [10%] TR προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.»#δει προσκυνειν f35 [99%] CP,HF,RP,OC,TR ¦ ∼ 21 𝕻66,75ℵA,B,C,D,N,W [1%] NU 21Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Γύναι, πίστευσόν μοι#γυναι πιστευσον μοι f35 N [96%] CP,HF,RP,OC,TR ¦ 1 πιστευον 3 A [1.5%] ¦ 1 πιστευε 3 D [2%] ¦ ∼ πιστευε 31 𝕻66,75ℵB,C,W [0.5%] NU ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. 22Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23Ἀλλ᾿#αλλ f35 C,N [99.5%] CP,HF,RP,OC,TR ¦ αλλα 𝕻66,75ℵA,B,D,W [0.5%] NU ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»
25Λέγει αὐτῷ ἡ γυνή· «Οἶδα ὅτι Μεσίας#μεσιας f35 [95%] CP,HF,RP ¦ μεσσιας 𝕻66ℵA,B,C,N,W [5%] OC,TR,NU ¦ μεσσειας 𝕻75D ἔρχεται» (ὁ λεγόμενος Χριστός). «Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.»#παντα f35 A,D,N [98.5%] CP,HF,RP,OC,TR ¦ απαντα 𝕻66,75ℵB,C,W [1.5%] NU 26Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Ἐγώ εἰμι, ὁ λαλῶν σοι.»
The disciples
27Καὶ ἐπὶ τούτῳ ἦλθον#ηλθον rell ¦ ηλθαν B [alone] NU ¦ επηλθαν ℵ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν#εθαυμασαν f35 [80%] CP,HF,RP,OC,TR ¦ εθαυμαζον 𝕻66,75ℵA,B,C,D,N,W [20%] NU ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, «Τί ζητεῖς;» ἢ «Τί λαλεῖς μετ᾿ αὐτῆς;» 28Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 29«Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» 30Ἐξῆλθον#εξηλθον f35 𝕻75A,B [60%] HF,RP,NU ¦ 1 ουν 𝕻66ℵN,W [40%] CP,OC,TR ¦ και 1 C,D ¦ two other readings ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31Ἐν δὲ#δε f35 𝕻75A,N [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66ℵB,C,D [0.5%] NU ¦ ∼ και W τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ#αυτου f35 N,W [50%] CP ¦ --- 𝕻66,75ℵA,B,C,D [50%] HF,RP,OC,TR,NU λέγοντες, «Ῥαββί,#ραββι f35 A,N [70%] CP,HF,RP,OC,TR,NU ¦ ραββει 𝕻66,75ℵB,C,D,W [30%] φάγε.» 32Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.» 33Ἔλεγον οὖν οἱ μαθηταὶ#μαθηται rell ¦ 1 αυτου [2%] CP πρὸς ἀλλήλους, «Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;» 34Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ#ποιω f35 ℵA [95%] CP,HF,RP,OC,TR ¦ ποιησω 𝕻66,75B,C,D,N,W [5%] NU τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35Οὐχ#ουχ rell ¦ ουκ CP ὑμεῖς λέγετε ὅτι#οτι f35 𝕻75 [35%] CP ¦ 1 ετι 𝕻66ℵA,B,C,N,W [65%] HF,RP,OC,TR,NU ‹Τετράμηνός#τετραμηνος rell ¦ τετραμηνον W [5%] TR ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται›; Ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. 36Καὶ#και f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,C,D,W [1%] NU ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ#και f35 ℵA,D [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75B,C,N,W [2%] NU ὁ σπείρων ὁμοῦ χαίρῃ#χαιρη f35 𝕻66ℵA,B,C(D)N,W [70%] CP,HF,RP,OC,TR,NU ¦ χαιρει [30%] ¦ χαιρων 𝕻75 καὶ ὁ θερίζων. 37Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός#ο αληθινος f35 𝕻66ℵA,D (78.9%) CP,HF,RP,OC,TR ¦ 2 B,C,N,W (16.5%) NU ¦ αληθης (1.3%) ¦ two other variants (0.2%) ¦ long omissions 𝕻75 (3.2%) [homoioteleuton] ὅτι ‹Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων›· 38ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.»
The Samaritans
39Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν#σαμαρειτων rell ¦ σαμαριτων 𝕻66ℵD,W [1%] NU διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι «Εἶπέν μοι πάντα ὅσα#οσα f35 𝕻66A,D,N,W (99.6%) CP,HF,RP,OC,TR ¦ α 𝕻75ℵB,C (0.4%) NU ἐποίησα.» 40Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται,#σαμαρειται rell ¦ σαμαριται 𝕻66ℵA,D,W [0.5%] NU ἠρώτων αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41Καὶ πολλῷ πλείους ἐπίστευσαν#επιστευσαν rell ¦ 1 εις αυτον N [2%] CP διὰ τὸν λόγον αὐτοῦ, 42τῇ τε γυναικὶ ἔλεγον ὅτι «Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν, αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός.»#ο χριστος f35 A,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,C,W [0.5%] NU
Jesus in Galilee
43Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν#εκειθεν και απηλθεν f35 A,N (92.6%) CP,HF,RP,OC,TR ¦ 12 ηλθεν (2.4%) ¦ 23 (2.3%) ¦ 1 𝕻66,75ℵB,C,D,W (2.2%) NU ¦ seven other variants (0.5%) εἰς τὴν Γαλιλαίαν. 44(Αὐτὸς γὰρ ὁ#ο f35 N [80%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵA,B,C,D,W [20%] NU Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.) 45Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ#α f35 ℵD [95%] CP,HF,RP,OC,TR ¦ οσα 𝕻66,75A,B,C(N)W [5%] NU ἐποίησεν ἐν Ἱεροσολύμοις, ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
Jesus heals at a distance
46Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς#παλιν ο ιησους f35 A(N) [84%] CP,HF,RP,OC ¦ 1 𝕻66,75ℵB,C,D,W [1%] NU ¦ ∼ 231 [15%] TR εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. 47Οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν#αυτον f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,C,D,W [2%] NU ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ#αυτου rell ¦ αυτον [1%] CP τὸν υἱόν, ἤμελλεν#ημελλεν f35 𝕻66,75ℵA,B,C,D,N,W [50%] CP,OC,TR,NU ¦ εμελλεν [50%] HF,RP γὰρ ἀποθνήσκειν. 48Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.» 49Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, «Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.» 50Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Πορεύου· ὁ υἱός σου ζῇ.» Καὶ#και f35 A,C,N [99.5%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵB,D,W [0.5%] NU ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ#ω f35 𝕻66D,N,W [97.5%] CP,HF,RP,OC,TR ¦ ον 𝕻75A,B [0.5%] NU ¦ --- ℵC [0.5%] ¦ ο [1%] ¦ ων [0.5%] εἶπεν αὐτῷ ὁ Ἰησοῦς,#ο ιησους rell ¦ 2 [5%] TR ¦ ∼ του ιησου ℵ καὶ ἐπορεύετο. 51Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν#απηντησαν f35 (A) [90%] CP,HF,RP,OC,TR ¦ υπηντησαν 𝕻66,75(ℵ)B,C(D)N(W) [10%] NU αὐτῷ καὶ ἀπήγγειλαν#και απηγγειλαν f35 𝕻39(66)A,C(W) (88.9%) CP,HF,RP,OC,TR ¦ 1 ανηγγειλαν (9%) ¦ 1 ηγγειλαν (ℵ)(D) (0.3%) ¦ --- 𝕻75B,N (1.9%) NU λέγοντες, ὅτι «Ὁ παῖς σου#ο παις σου f35 (77.8%) CP,HF,RP,OC,TR ¦ 1 υιος 3 D,N (20.1%) ¦ 12 αυτου 𝕻66,75ℵA,B,W (0.9%) NU ¦ 2 αυτου C (alone) ¦ 1 υιος αυτου (1%) ¦ conflation (0.2%) ζῇ.» 52Ἐπύθετο οὖν παρ᾿ αὐτῶν τὴν ὥραν#παρ αυτων την ωραν f35 [95%] CP,HF,RP,OC,TR ¦ ∼ 3412 𝕻66ℵA,C,D,N,W [5%] NU ¦ ∼ 34 εκεινην 𝕻75B ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον#και ειπον (ειπαν D) f35 ℵA(D) [98%] CP,HF,RP,OC,TR ¦ 2 𝕻66 ¦ ∼ 2 ουν 𝕻75B,C,N,W [2%] ¦ ειπαν ουν [none!] NU αὐτῷ ὅτι «Χθὲς#χθες f35 [98%] CP,HF,RP,OC,TR ¦ εχθες 𝕻66,75ℵA,B,C,D,N,W [2%] NU ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.» 53Ἔγνω οὖν ὁ πατὴρ#πατηρ f35 𝕻75ℵA,B,D,W (90.4%) CP,HF,RP,OC,TR,NU ¦ 1 αυτου 𝕻66C,N,T (8.8%) ¦ 1 του παιδος (0.5%) ¦ long omissions (0.2%) ὅτι ἐν#εν f35 𝕻66A,D,N,W [99%] CP,HF,RP,OC,TR[NU] ¦ --- 𝕻75ℵB,C [1%] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι#οτι f35 D,N,W [98%] CP,HF,RP,OC,TR ¦ --- 𝕻66,75ℵA,B,C [2%] NU «Ὁ υἱός σου ζῇ.» Καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54Τοῦτο#τουτο f35 ℵA,D,N [99%] CP,HF,RP,OC,TR ¦ 1 δε 𝕻66,75B,C,W [1%] NU πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Zvasarudzwa nguva ino

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4: F35

Sarudza vhesi

Pakurirana nevamwe

Sarudza zvinyorwa izvi

None

Unoda kuti zviratidziro zvako zvichengetedzwe pamidziyo yako yose? Nyoresa kana kuti pinda